TrelosTwnFm-News
Σας ανακοινώνω οτι το forum θα είναι ''ανενεργό'' σε θέματα.
Και πλέον την σκυτάλη στην ενημέρωση θα την ''πάρει'' το blog.
Καλή συνέχεια να έχουμε.

http://trelostwnfmnews.blogspot.gr/
TrelosTwnFm-News
Σας ανακοινώνω οτι το forum θα είναι ''ανενεργό'' σε θέματα.
Και πλέον την σκυτάλη στην ενημέρωση θα την ''πάρει'' το blog.
Καλή συνέχεια να έχουμε.

http://trelostwnfmnews.blogspot.gr/

Ευχη και εξορκισμος Μεγαλου Βασιλειου

Πήγαινε κάτω

Ευχη και εξορκισμος Μεγαλου Βασιλειου Empty Ευχη και εξορκισμος Μεγαλου Βασιλειου

Δημοσίευση από ΤΡΕΛΛΟΣ ΤΩΝ FM Πεμ 22 Δεκ - 18:50

Ευχη και εξορκισμος Μεγαλου Βασιλειου

ΕΥΧΑΙ ΗΤΟΙ ΕΞΟΡΚΙΣΜΟΙ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ ΠΡΟΣ ΤΟΥΣ
ΠΑΣΧΟΝΤΑΣ ΥΠΟ ∆ΑΙΜΟΝΩΝ, ΚΑΙ ΕΚΑΣΤΗΝ ΑΣΘΕΝΕΙΑΝ.

Ὁ Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυρίων, ὁ τῶν πυρίνων ταγμάτων
δημιουργὸς καὶ τῶν ἀΰλων δυνά μεων τεχνουργὸς, ὁ τῶν ἐπουρανίων καὶ τῶν ἐπι
γείων τεχνίτης, "6ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ 31.1680 ἰδεῖν δύναται,"6 ὃν
φοβεῖται καὶ τρέμει πᾶσα ἡ κτί σις, ὁ τὸν τραχηλιάσαντά ποτε ἀρχιστράτηγον καὶ
τὴν τούτου λειτουργίαν παρακοῇ ἀθετήσαντα ῥήξας ἐπὶ τὴν γῆν, καὶ τοὺς
συναποστάτας αὐτῷ ἀγγέλους δαίμονας γινομένους εἰς σκότωσιν βυθοῦ
ταρταρώσας, δὸς τὸν ἀφορκισμὸν τοῦτον ἐπὶ τῷ φρικτῷ ὀνόματί σου τελούμενον
φόβῳ γενέσθαι αὐτῷ προηγουμένῳ τῆς πονηρίας, καὶ πάσαις ταῖς φάλαγξιν αὐτοῦ
ταῖς συνεκπεσούσαις αὐτῷ ἐκ τῆς ἄνω φωτοφορίας, καὶ τρέψον αὐτὸν εἰς φυγὴν, καὶ
ἐπίταξον αὐτῷ καὶ τοῖς δαίμοσιν αὐτοῦ ἀναχωρῆσαι παντελῶς, ἵνα μή τι βλαβερὸν
κατὰ τὴν ἐσφραγισμένην εἰκόνα ἐργάσηται· ἀλλὰ λαβέτωσαν ἰσχὺν οὗτοι οἱ
ἐσφραγισμένοι κρα ταιότητος τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν
τὴν δύναμιν τοῦ ἐχθροῦ. Σοῦ γὰρ ὑμνεῖ ται, καὶ μεγαλύνεται, καὶ παρὰ πάσης πνοῆς
ἐν φόβῳ δοξάζεται τὸ πανάγιον ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {1Εὐχὴ ἑτέρα τοῦ
αὐτοῦ.}1 Τοῦ Κυρίου δεηθῶμεν. Ἐξορκίζω σε τὸν ἀρχέκακον τῆς βλασφημίας, τὸν
ἀρχηγὸν τῆς ἀνταρσίας, καὶ αὐτουργὸν τῆς πονη ρίας. Ἐξορκίζω σε τὸν ἐκριφθέντα
ἐκ τῆς ἄνω φω τοφορίας, καὶ σκότῳ βυθοῦ κατενεχθέντα διὰ τὴν ἔπαρσιν. Ἐξορκίζω
σε καὶ πᾶσαν τὴν ἐκπεσοῦσαν δύναμιν τῆς σῆς ἀκόλουθον προαιρέσεως. Ὁρκίζω σε,
πνεῦμα ἀκάθαρτον, κατὰ τοῦ Θεοῦ Σαβαὼθ, καὶ πάσης στρατιᾶς ἀγγέλων Θεοῦ,
Ἀδωναῒ, Ἐλωῒ, Θεοῦ παντοκράτορος· ἔξελθε, καὶ ἐπαναχώρησον ἀπὸ τοῦ δούλου τοῦ
Θεοῦ τοῦδε. Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ πάντα λόγῳ κτίσαντος, καὶ τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, τοῦ πρὸ τῶν αἰώνων ἀῤῥήτως καὶ
ἀπαθῶς ἐξ αὐτοῦ γεννη θέντος, τοῦ τὴν ἀόρατον καὶ ὁρατὴν κτίσιν δημιουρ
γήσαντος, τοῦ κατ' εἰκόνα ἰδίαν τὸν ἄνθρωπον πλα στουργήσαντος, τοῦ νόμῳ
πρότερον φυσικῶς ταῦτα παιδαγωγήσαντος, καὶ ἀγγέλων ἐπιστασίᾳ φυλά ξαντος,
τῷ ὕδατι τὴν ἁμαρτίαν κατακλύσαντος ἄνω θεν, καὶ τὰς ὑπ' οὐρανὸν ἀβύσσους
ἀναστομώσαντος, καὶ γίγαντας ἀσεβήσαντας καταφθείραντος, καὶ πύρ γον τῶν
βεβήλων κατασείσαντος, καὶ γῆν Σοδόμων καὶ Γομόῤῥων πυρὶ θείῳ τεφρώσαντος,
οὗ μάρτυς καπνὸς ἀκοίμητος ἐξατμίζεται, τῇ ῥάβδῳ πέλαγος ῥήξαντος, καὶ λαὸν
ἀβρόχοις ποσὶ περάσαντος, καὶ τύραννον Φαραὼ καὶ στρατὸν θεομάχον εἰς αἰῶνα
τοῖς κύμασι καταλύσαντος τῆς ἀσεβείας πόλεμον, τοῦ ἐπ' ἐσχάτων ἐκ Παρθένου
ἁγνῆς σαρκω θέντος ἀνεκλαλήτως καὶ σώας τὰς σφραγῖδας τῆς ἁγνείας
φυλάξαντος, τοῦ πλῦναι βαπτίσματι τὸν παλαιὸν ἡμῶν ῥύπον εὐδοκήσαντος, ὃν
ἡμεῖς διὰ τῆς παραβάσεως ἐπεσπασάμεθα.
Ἐξορκίζω σε κα τὰ τοῦ βαπτισθέντος ἐν Ἰορδάνῃ, καὶ τύπον ἡμῖν ἀφθαρσίας
ἐν ὕδατι κατὰ χάριν παρεχόμενον, ὃν ἄγγελοι καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν
κατ επλάγησαν, τὸν σαρκωθέντα Θεὸν βλέπουσαι μετριά σαντα, ὅτε ὁ ἄναρχος
Πατὴρ τὴν ἄναρχον γέννησιν 31.1681 τοῦ Υἱοῦ ἀπεκάλυψε, καὶ τοῦ ἁγίου Πνεύματος
ἡ κατάβασις τῆς Τριάδος τὴν ἕνωσιν ἐμαρτύρησεν. Ὁρκίζω σε κατ' ἐκείνου τοῦ
ἄνεμον ἐπιτιμήσαντος, καὶ κλύδωνα θαλάσσης πραΰναντος, τὸ στῖφος δαιμόνων
ἐκδιώξαντος, καὶ κόρας ὀμμάτων ἀπὸ μήτρας λειπούσας πηλῷ τυφλοῖς ἀναβλέψαι
ἐναρμόσαντος, καὶ τὴν ἀρχαίαν τοῦ γένους ἡμῶν διάπλασιν ἀνα καινίσαντος, καὶ
ἀλάλοις τὸ λαλεῖν ἀνορθώσαντος, τοῦ στίγματα λέπρας ἀποσμήξαντος, καὶ νεκροὺς
ἐκ τῶν τάφων ἀναστήσαντος, τοῦ μέχρι ταφῆς τοῖς ἀνθρώποις ὁμιλήσαντος, καὶ τὸν
ᾅδην ἐγέρσει σκυ λεύσαντος, καὶ πᾶσαν τὴν ἀνθρωπότητα ἀνάλωτον τῷ θανάτῳ
κατασκευάσαντος. Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ παντοκράτορος, τοῦ τῇ θεοπνεύστῳ
φωνῇ τοὺς ἀνθρώπους ἐμπνεύσαντος, καὶ τοῖς ἀποστόλοις συμπράξαντος, καὶ πᾶσαν
τὴν οἰκουμένην εὐσεβείας πληρώσαντος. Φοβήθητι, φύγε, δραπέτευσον, ἀνα
χώρησον, δαιμόνιον ἀκάθαρτον καὶ ἀναγὲς, κατα χθόνιον, βύθιον, ἀπατηλὸν,
ἄμορφον, θεατὸν δι' ἀναίδειαν, ἀθέατον διὰ τὴν ὑπόκρισιν, ὅπου ἂν τυγχά νῃς, ἢ
ἀπέρχῃ· ἢ αὐτὸς εἶ Βεελζεβοὺβ, ἢ κατασείων, ἢ δρακοντοειδὴς, ἢ θηριοπρόσωπος, ἢ
ὡς ἀτμὶς, ἢ ὡς πετεινὸν, ἢ νυκτίλαλον, ἢ κωφὸν, ἢ ἄλαλον, ἢ ἐκφοβοῦν ἐξ
ἐπιδρομῆς, ἢ σπαράσσον, ἢ ἐπιβουλεῦον, ἢ ἐν ὕπνῳ βαρεῖ, ἢ ἐν νόσῳ, ἢ ἐν μαλακίᾳ,
ἢ ἐν γέλωτι ῥέμβον, ἢ δάκρυα φιλήδονα ἐμποιοῦν, ἢ λάγνον, ἢ δυσ ῶδες, ἢ
ἐπιθυμητικὸν, ἢ ἡδονικὸν, ἢ φαρμακόφιλον, ἢ ἐρωτομανὲς, ἢ ἀστρομαγικὸν, ἢ
ἐνοικηματικὸν, ἢ ἀναιδὲς, ἢ φιλόνεικον, ἢ ἀκατάστατον, ἢ τῇ σελήνῃ
συναλλοιούμενον, ἢ χρόνῳ τινὶ συντρεπόμενον, ἢ ὀρθρινὸν, ἢ μεσημβρινὸν, ἢ
μεσονυκτικὸν, ἢ ἀωρίας τινὸς, ἢ αὐγῆς, ἢ αὐτομάτως συνήντησας, ἢ ἐπέμ φθης ὑπό
τινος, ἢ προσεπέλασας ἄφνω, ἢ ἐν θα λάσσῃ, ἢ ἐν ποταμῷ, ἢ ὑπὸ γῆς, ἢ φρέατος, ἢ
κρημνοῦ, ἢ ἐκ λάκκου, ἢ λίμνης, ἢ καλαμῶνος, ἢ ὕλης, ἢ ἀπογαίου, ἢ ἀκαθάρτου, ἢ
ἄλσους, ἢ δρυμῶνος, ἢ δένδρου, ἢ ὀρνέου, ἢ βροντῆς, ἢ ἐκ στέγης λουτροῦ, ἢ ἐν
κολυμβήθρᾳ ὑδάτων, ἢ ἐκ μνήματος εἰδωλικοῦ, ἢ ὅθεν ἴσμεν, καὶ οὐκ ἴσμεν,
γνωστὸν, ἢ ἄγνωστον, καὶ ἐξ ἀπερισκέπτου τόπου· μερίσθητι καὶ ἀπαλλάγηθι,
αἰσχύνθητι τὴν εἰκόνα τῇ χειρὶ Θεοῦ πλασθεῖσαν καὶ μορφωθεῖσαν. Φοβήθητι τοῦ
σαρκωθέντος Θεοῦ τὸ ὁμοίωμα, καὶ μὴ ἐγκρυβῇς εἰς τὸν δοῦλον τοῦ Θεοῦ τόνδε,
ἀλλὰ ῥάβδος σιδηρᾶ καὶ κάμινος πυρὸς, καὶ τάρταρος, καὶ ὀδόντων βρυγμὸς, ἄμυνα
τῆς παρακοῆς σε περιμένει.
Φοβήθητι, φιμώθητι, φύγε, μὴ ἀποστρέψῃς, μὴ ὑποκρυβῇς μεθ' ἑτέρας
πονηρίας πνευμάτων ἀκαθάρτων· ἀλλὰ ἄπελθε εἰς γῆν ἄνυδρον, ἔρημον,
ἀγεώργητον, ἣν ἄνθρωπος οὐκ οἰκεῖ, Θεὸς μόνος ἐπισκοπεῖ, ὁ δεσμεύων πάντας τοὺς
βασκαίνοντας καὶ ἐπιβουλεύοντας τῇ αὐτοῦ εἰκόνι, καὶ σειραῖς ζόφου ταρταρώσας
εἰς μακρὰν νύκτα καὶ ἡμέραν σὲ πάντων τῶν κακῶν πεπειραμένον, καὶ ἐφευρετὴν
διάβολον. Ὅτι μέγας ὁ φόβος τοῦ Θεοῦ, καὶ μεγάλη ἡ δόξα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ,
καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {1
Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.}1 Ὁ Θεὸς τῶν οὐρανῶν, ὁ Θεὸς τῶν φώτων, ὁ Θεὸς τῶν
ἀγγέλων τῶν ὑπὸ τὴν σὴν ἰσχὺν, ὁ Θεὸς τῶν ἀρχαγγέλων τῶν ὑπὸ τὸ σὸν κράτος, ὁ
Θεὸς τῶν 31.1684 ἐνδόξων κυριοτήτων, ὁ Θεὸς τῶν ἁγίων, ὁ Πατὴρ τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ τὰς δεσμευθείσας τῷ θανάτῳ ψυχὰς λύσας, ὁ τὸν
προσηλωθέντα ἄνθρωπον τῷ σκότει διὰ τοῦ μονογενοῦς σου Υἱοῦ φωτίσας, ὁ λύσας
τὰς ὀδύνας ἡμῶν, καὶ πᾶν βάρος ἀποσκεδάσας, ὁ πᾶσαν τὴν προσβολὴν τοῦ ἐχθροῦ
ἀφ' ἡμῶν χωρίσας, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ, ὁ ἀπαθανατίσας ἡμᾶς τῷ θανάτῳ σου, καὶ
δοξάσας ἡμᾶς τῇ δόξῃ σου, ὁ ἐξ ἀνθρώπων χωρεῖν εἰς Θεὸν ἐγέρσει τῇ σῇ
χαρισάμενος, ὁ πάντα δεσμὸν τῶν ἁμαρτιῶν ἡμῶν διὰ τοῦ σταυροῦ σου βαστάσας, ὁ
τὸ σύντριμμα ἡμῶν ἀναλαβὼν, καὶ ἰασάμενος, Κύριε, ὁ ὁδοποιήσας ἡμῖν ὁδὸν εἰς
οὐρανοὺς, καὶ φθορὰν εἰς ἀφθαρσίαν μετασκευάσας· εἰσάκουσόν μου πόθῳ καὶ φόβῳ
κεκραγότος πρὸς σὲ οὗ τὰ ὄρη τῷ φόβῳ τήκονται σὺν τῷ στερεώματι τῆς ὑπ'
οὐρανὸν, οὗ τῇ δυνάμει ἄλαλοι στοιχείων ψυχαὶ φρίττουσι τηρῆσαι τοὺς ἑαυτῶν
ὅρους, δι' οὗ τὸ πῦρ τὸ τῆς ἐκδικήσεως οὐχ ὑπερβήσεται ὅρους τοὺς ταχθέντας αὐτῷ,
ἀλλ' ἀναμένει στένον τὴν σὴν βουλήν· δι' ὃν πᾶσα ἡ κτίσις ὠδίνει στενάζουσα
στεναγμοῖς ἀλαλήτοις εἰς καιροὺς μένειν ἐπιταχθεῖσα, ὃν πᾶσα φύσις ἐναντία
πέφευγε, καὶ τοῦ ἐχθροῦ στρατιὰ δεδάμασται, καὶ διάβολος πέπτωκε, καὶ ὄφις
πεπάτηται, καὶ δράκων ἀνήρηται· δι' ὃν τὰ ἔθνη ὁμολογήσαντά σε ἐφωτίσθησαν, καὶ
ἐκραταιώθησαν ἐν σοὶ, Κύριε· δι' ὃν ζωὴ πεφα-νέρωται, ἐλπὶς ἵδρυται, ἡ πίστις
κεκράτηται, τὸ Εὐαγγέλιον κεκήρυκται· δι' ὃν ἄνθρωπος ἐκ γῆς ἀναπέπλασται
πιστεύσας ἐν σοί.
Τίς γάρ ἐστιν ὡς σὺ Θεὸς παντοκράτωρ; ∆ιὸ δεόμεθά σου, Θεὲ πατέρων, καὶ
Κύριε τοῦ ἐλέους προαιώνιε, καὶ ὑπερούσιε, τὸν πρὸς σὲ ἐληλυθότα ἐπὶ τῷ ἁγίῳ
ὀνόματί σου, καὶ τοῦ ἠγαπημένου σου Παιδὸς Ἰησοῦ Χριστοῦ, καὶ τοῦ ἁγίου καὶ
παντοδυνάμου καὶ ζωοποιοῦ σου Πνεύ-ματος πρόσδεξαι· ἀποσόβησον ἀπὸ τῆς ψυχῆς
αὐτοῦ πᾶσαν μαλακίαν, πᾶσαν ἀπιστίαν, πᾶν πνεῦμα ἀκάθαρτον, σπαρακτικὸν,
καταχθόνιον, πύρινον, δυσ-ωδιακὸν, ἐπιθυμητικὸν, φιλόχρυσον, φιλάργυρον,
τυφωνικὸν, πορνικὸν, πᾶν δαιμόνιον ἀκάθαρτον, σκοτεινὸν, ἄμορφον, ἀναιδές. Ναὶ,
ὁ Θεὸς, ἀπέλασον ἀπὸ τοῦ δούλου σου, τοῦ δεῖνος, πᾶσαν ἐνέργειαν τοῦ διαβόλου,
πᾶσαν μαγείαν, πᾶσαν φαρμακείαν, εἰδωλολατρείαν, ἀστρομαντείαν, ἀστρολογίαν,
νεκρομαντείαν, ὀρνεοσκοπίαν, ἡδυπάθειαν, ἔρωτα, φιλαργυρίαν, μέθην, πορνείαν,
μοιχείαν, ἀσέλγειαν, ἀναίδειαν, ὀργὴν, φιλονεικίαν, ἀκαταστασίαν, καὶ πᾶσαν
ὑπόνοιαν πονηράν. Ναὶ, Κύριε ὁ Θεὸς ἡμῶν, ἐμφύσησον ἐν αὐτῷ τὸ Πνεῦμά σου τὸ
εἰρηνικόν· ὅπως φρουρούμενος ὑπ' αὐτοῦ ποιήσῃ καρπὸν πίστεως, ἀρετῆς, σοφίας,
ἁγνείας, ἐγκρατείας, ἀγάπης, χρηστότητος, ἐλπίδος, πραότητος, μακροθυμίας,
ὑπομονῆς, σωφροσύνης, συνέσεως· ὅτι σὸς ἐπικέκληται δοῦλος ἐπὶ τῷ ὀνόματι
Ἰησοῦ Χριστοῦ, πιστεύων εἰς τὴν ὁμοούσιον Τριάδα, συμμαρτυρούντων ἀγγέλων,
ἀρχαγγέλων, ἐνδόξων κυριοτήτων, καὶ πάσης οὐρανίου στρατιᾶς. Σὺν τούτῳ
φύλαξον τὰς καρδίας ἡμῶν· ὅτι δυνατὸς εἶ, Κύριε, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων Ἀμήν.
ΤΡΕΛΛΟΣ ΤΩΝ FM
ΤΡΕΛΛΟΣ ΤΩΝ FM
Διαχειριστής

Χώρα Χώρα : Greece
Φύλλο Φύλλο : Άντρας
Όνομα : Βασίλης
Τόπος Τόπος : Γαργαλιάνοι Μεσσηνίας
Ηλικία Ηλικία : 44
Δημοσιεύσεις Δημοσιεύσεις : 41153
Έλαβες ευχαριστώ Έλαβες ευχαριστώ : 320
Browser Browser : Ευχη και εξορκισμος Μεγαλου Βασιλειου 41610

https://www.facebook.com//groups/trelostwnfm.forumgreek/ https://twitter.com/Trelostwnfm

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Επιστροφή στην κορυφή


 
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης