Κεφάλαιο 3
Σελίδα 1 από 1
Κεφάλαιο 3
Κεφάλαιο 3
Ο δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεός, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; 2 καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ παραδείσου φαγούμεθα, 3 ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ, οὐ δὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. 4 καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· οὐ θανάτῳ ἀποθανεῖσθε· 5 ᾔδει γὰρ ὁ Θεός, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. 6 καὶ εἶδεν ἡ γυνή, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ αὐτοῦ ἔφαγε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετ᾿ αὐτῆς, καὶ ἔφαγον. 7 καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα.
8 Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν ὅ τε ᾿Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. 9 καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν ᾿Αδὰμ καὶ εἶπεν αὐτῷ· ᾿Αδάμ, ποῦ εἶ; 10 καὶ εἶπεν αὐτῷ· τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. 11 καὶ εἶπεν αὐτῷ ὁ Θεός· τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες; 12 καὶ εἶπεν ὁ ᾿Αδάμ· ἡ γυνή, ἣν ἔδωκας μετ᾿ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. 13 καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή· ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. 14 καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. 15 καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. 16 καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. 17 τῷ δὲ ᾿Αδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· 18 ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. 19 ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς γὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ· 20 καὶ ἐκάλεσεν ᾿Αδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.
21 Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ ᾿Αδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς. 22 καὶ εἶπεν ὁ Θεός· ἰδοὺ ᾿Αδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. 23 καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη. 24 καὶ ἐξέβαλε τὸν ᾿Αδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ρομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
Τετ 2 Αυγ - 11:19 από briskyten
» Ο ΤΡΕΛΛΟΣ ΤΩΝ FM παντρεύεται !
Τετ 3 Μάης - 9:11 από vidhayakji79
» Το FIFA World έρχεται στο PC
Πεμ 27 Απρ - 12:42 από sneakyforetell
» Τα UK charts της εβδομάδας
Τετ 26 Απρ - 5:33 από sneakyforetell
» Trailer για το νέο Need for Speed
Τετ 26 Απρ - 5:31 από sneakyforetell
» Εκλογές 2023 : Πόσες ημέρες άδειας δικαιούνται οι εργαζόμενοι
Δευ 24 Απρ - 17:20 από georgeharrison
» Συνελήφθη γυναίκα σε χωριό του Αγρινίου – Φέρεται να απείλησε νεαρό με κυνηγετικό όπλο
Δευ 24 Απρ - 15:44 από georgeharrison
» J2US: Ο Πασχάλης Τερζής έκανε την μεγάλη έκπληξη – «Έσπασαν» Εύη Δρούτσα και Δέσποινα Βανδή
Δευ 24 Απρ - 15:42 από georgeharrison
» Λευκές ελιές: Μια σπάνια ποικιλία ελιάς με καταγωγή από τα αρχαία χρόνια
Δευ 24 Απρ - 15:41 από georgeharrison
» Ο άγνωστος ιαματικός πλούτος της Ελλάδας.Οι 90 Ιαματικές Πηγές,9 στην Αιτωλοακαρνανία
Δευ 24 Απρ - 15:33 από georgeharrison
» Λαμία: Έκκληση για αίμα 0 ρέζους αρνητικό
Τετ 22 Φεβ - 10:47 από chotabhai807
» Βραβεύθηκαν Λουξ και Καλλιμάνης από την Ελληνική Ακαδημία Μάρκετινγκ
Παρ 16 Δεκ - 15:00 από faxedasto
» Συλλέγουν πλαστικά καπάκια για παιδιά με αναπηρία
Δευ 13 Ιουν - 14:33 από langasur
» Μπήκε σε κομμωτήριο και προσπάθησε να δολοφονήσει τον ιδιοκτήτη
Τετ 23 Μαρ - 13:26 από stuffkharb
» Άρτα: Έκκληση για να ξανασταθεί 21χρονος στα πόδια του
Δευ 11 Οκτ - 16:04 από manikkmanikk62
» ooVoo - chat and voip
Παρ 9 Οκτ - 22:37 από roundcubethirteen
» Για σένα τραγουδώ --- Γιάννης Πουλόπουλος. HD.
Κυρ 4 Δεκ - 15:54 από manolissp
» Eνα ταξίδι --- RONI IRON Feat. Charitini (Tripes Tribute). HD.
Κυρ 6 Νοε - 20:08 από manolissp
» Grrek Filiko Forum
Κυρ 30 Οκτ - 19:31 από akritas
» Moby - Porcelain (Official Video)
Κυρ 23 Οκτ - 21:04 από manolissp
» Moby 'Why Does My Heart Feel So Bad?' - Official video
Κυρ 23 Οκτ - 21:01 από manolissp
» ♛♛♛ Imany – Don't be so shy (Filatov & Karas Remix) ♛♛♛
Κυρ 23 Οκτ - 20:57 από manolissp
» ~Αχ βρε ζωή~ Νίκος Οικονομίδης ♬♪
Παρ 21 Οκτ - 20:01 από manolissp
» The Olympians - Istoria (Ιστορία)
Παρ 21 Οκτ - 17:26 από manolissp
» olympians --o tropos
Παρ 21 Οκτ - 17:20 από manolissp
» Ελένη Δήμου ~ Δεν με νοιάζει
Παρ 21 Οκτ - 17:17 από manolissp
» Μια γυναίκα μόνο ξέρει - Καίτη Γκρέυ
Παρ 21 Οκτ - 17:10 από manolissp
» ΟΤΙ ΑΓΑΠΩ ΕΙΝΑΙ ΔΙΚΟ ΣΟΥ ΓΛΥΚΕΡΙΑ-HD
Παρ 21 Οκτ - 17:06 από manolissp
» ΓΙΑ ΠΟΥ ΤΟ'ΒΑΛΕΣ ΚΑΡΔΙΑ ΜΟΥ- ΟΡΦΕΑΣ ΠΕΡΙΔΗΣ
Παρ 21 Οκτ - 16:58 από manolissp
» Ζαφείρης Μελάς - Γαμώ την Καλοσύνη μου (Νew 2011)
Παρ 21 Οκτ - 16:54 από manolissp