TrelosTwnFm-News
Σας ανακοινώνω οτι το forum θα είναι ''ανενεργό'' σε θέματα.
Και πλέον την σκυτάλη στην ενημέρωση θα την ''πάρει'' το blog.
Καλή συνέχεια να έχουμε.

http://trelostwnfmnews.blogspot.gr/
TrelosTwnFm-News
Σας ανακοινώνω οτι το forum θα είναι ''ανενεργό'' σε θέματα.
Και πλέον την σκυτάλη στην ενημέρωση θα την ''πάρει'' το blog.
Καλή συνέχεια να έχουμε.

http://trelostwnfmnews.blogspot.gr/

Κεφάλαιο 18

Πήγαινε κάτω

Κεφάλαιο 18 Empty Κεφάλαιο 18

Δημοσίευση από ΤΡΕΛΛΟΣ ΤΩΝ FM Τρι 28 Φεβ - 21:08

Κεφάλαιο 18

ΗΚΟΥΣΕ δὲ ᾿Ιοθὸρ ἱερεὺς Μαδιὰμ ὁ γαμβρὸς Μωυσῆ πάντα ὅσα ἐποίησε Κύριος ᾿Ισραὴλ τῷ ἑαυτοῦ λαῷ· ἐξήγαγε γὰρ Κύριος τὸν ᾿Ισραὴλ ἐξ Αἰγύπτου. 2 ἔλαβε δὲ ᾿Ιοθὸρ ὁ γαμβρὸς Μωυσῆ Σεπφώραν τὴν γυναῖκα Μωυσῆ μετὰ τὴν ἄφεσιν αὐτῆς 3 καὶ τοὺς δύο υἱοὺς αὐτῆς· ὄνομα τῷ ἑνὶ αὐτῶν Γηρσὰμ λέγων· πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ· 4 καὶ τὸ ὄνομα τοῦ δευτέρου ῾Ελιέζερ λέγων· ὁ γὰρ Θεὸς τοῦ πατρός μου βοηθός μου καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραώ. 5 καὶ ἐξῆλθεν ᾿Ιοθὸρ ὁ γαμβρὸς Μωυσῆ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ πρὸς Μωυσῆν εἰς τὴν ἔρημον, οὗ παρενέβαλεν ἐπ᾿ ὄρους τοῦ Θεοῦ. 6 ἀνηγγέλη δὲ Μωυσῇ λέγοντες· ἰδοὺ ὁ γαμβρός σου ᾿Ιοθὸρ παραγίνεται πρὸς σέ, καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ᾿ αὐτοῦ. 7 ἐξῆλθε δὲ Μωυσῆς εἰς συνάντησιν τῷ γαμβρῷ καὶ προσεκύνησεν αὐτῷ καὶ ἐφίλησεν αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους· καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν σκηνήν. 8 καὶ διηγήσατο Μωυσῆς τῷ γαμβρῷ πάντα, ὅσα ἐποίησε Κύριος τῷ Φαραὼ καὶ πᾶσι τοῖς Αἰγυπτίοις ἕνεκεν τοῦ ᾿Ισραήλ, καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ καὶ ὅτι ἐξείλατο αὐτοὺς Κύριος ἐκ χειρὸς Φαραὼ καὶ ἐκ χειρὸς τῶν Αἰγυπτίων. 9 ἐξέστη δὲ ᾿Ιοθὸρ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς, οἷς ἐποίησεν αὐτοῖς Κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ. 10 καί εἶπεν ᾿Ιοθόρ· εὐλογητὸς Κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ· 11 νῦν ἔγνων ὅτι μέγας Κύριος παρὰ πάντας τοὺς θεούς, ἕνεκεν τούτου ὅτι ἐπέθεντο αὐτοῖς. 12 καὶ ἔλαβεν ᾿Ιοθὸρ ὁ γαμβρὸς Μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ Θεῷ· παρεγένετο δὲ ᾿Ααρὼν καὶ πάντες οἱ πρεσβύτεροι ᾿Ισραὴλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωυσῆ ἐναντίον τοῦ Θεοῦ.

13 Καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισε Μωυσῆς κρίνειν τὸν λαόν· παρειστήκει δὲ πᾶς ὁ λαὸς Μωυσῇ ἀπὸ πρωΐθεν ἕως δείλης. 14 καὶ ἰδὼν ᾿Ιοθὸρ πάντα ὅσα ποιεῖ τῷ λαῷ, λέγει· τί τοῦτο, ὃ σὺ ποιεῖς τῷ λαῷ; διατί σὺ κάθησαι μόνος, πᾶς δὲ ὁ λαὸς παρέστηκέ σοι ἀπὸ πρωΐθεν ἕως δείλης; 15 καὶ λέγει Μωυσῆς τῷ γαμβρῷ, ὅτι παραγίνεται πρός με ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ Θεοῦ. 16 ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρός με, διακρίνω ἕκαστον καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ. 17 εἶπε δὲ ὁ γαμβρὸς Μωυσῆ πρὸς αὐτόν· οὐκ ὀρθῶς σὺ ποιεῖς τὸ ρῆμα τοῦτο· 18 φθορᾷ καταφθαρήσῃ ἀνυπομονήτῳ καὶ σὺ καὶ πᾶς ὁ λαὸς οὗτος, ὅς ἐστι μετὰ σοῦ· βαρύ σοι τὸ ρῆμα τοῦτο, οὐ δυνήσῃ ποιεῖν σὺ μόνος. 19 νῦν οὖν ἄκουσόν μου καὶ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ. γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν καὶ ἀνοίσεις τοὺς λόγους αὐτῶν πρὸς τὸν Θεόν, 20 καὶ διαμαρτύρῃ αὐτοῖς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ καὶ σημανεῖς αὐτοῖς τὰς ὁδούς, ἐν αἷς πορεύσονται ἐν αὐταῖς, καὶ τὰ ἔργα ἃ ποιήσουσι. 21 καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατούς, θεοσεβεῖς, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις ἐπ᾿ αὐτὸν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους, 22 καὶ κρινοῦσι τὸν λαὸν πᾶσαν ὥραν· τὸ δὲ ρῆμα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σέ, τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοὶ καὶ κουφιοῦσιν ἀπὸ σοῦ καὶ συναντιλήψονταί σοι. 23 ἐὰν τὸ ρῆμα τοῦτο ποιήσῃς, κατισχύσει σε ὁ Θεός, καὶ δυνήσῃ παραστῆναι, καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὸν ἑαυτοῦ τόπον μετ᾿ εἰρήνης ἥξει. 24 ἤκουσε δὲ Μωυσῆς τῆς φωνῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα εἶπεν αὐτῷ. 25 καὶ ἐπέλεξε Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς ᾿Ισραὴλ καὶ ἐποίησεν αὐτοὺς ἐπ᾿ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους. 26 καὶ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν· πᾶν δὲ ρῆμα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ Μωυσῆν, πᾶν δὲ ρῆμα ἐλαφρὸν ἐκρίνοσαν αὐτοί. 27 ἐξαπέστειλε δὲ Μωυσῆς τὸν ἑαυτοῦ γαμβρόν, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.
ΤΡΕΛΛΟΣ ΤΩΝ FM
ΤΡΕΛΛΟΣ ΤΩΝ FM
Διαχειριστής

Χώρα Χώρα : Greece
Φύλλο Φύλλο : Άντρας
Όνομα : Βασίλης
Τόπος Τόπος : Γαργαλιάνοι Μεσσηνίας
Ηλικία Ηλικία : 45
Δημοσιεύσεις Δημοσιεύσεις : 41153
Έλαβες ευχαριστώ Έλαβες ευχαριστώ : 320
Browser Browser : Κεφάλαιο 18 41610

https://www.facebook.com//groups/trelostwnfm.forumgreek/ https://twitter.com/Trelostwnfm

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Επιστροφή στην κορυφή

- Παρόμοια θέματα

 
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης