Κεφάλαιο 12
Σελίδα 1 από 1
Κεφάλαιο 12
Κεφάλαιο 12
ΚΑΙ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβάντες μετὰ Ζοροβάβελ υἱοῦ Σαλαθιὴλ καὶ ᾿Ιησοῦ· Σαραΐα, ῾Ιερεμία, ῎Εσδρα, 2 ᾿Αμαρία, Μαλούχ, 3 Σεχενία· 7 οὗτοι οἱ ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις ᾿Ιησοῦ. 8 καὶ οἱ Λευῖται, ᾿Ιησοῦ, Βανουΐ, Καδμιήλ, Σαραβία, ᾿Ιωδαέ, Ματθανία, ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτῶν εἰς τὰς ἐφημερίας. 10 καὶ ᾿Ιησοῦς ἐγέννησε τὸν ᾿Ιωακίμ, καὶ ᾿Ιωακὶμ ἐγέννησε τὸν ᾿Ελιασίβ, καὶ ᾿Ελιασὶβ τὸν ᾿Ιωδαέ, 11 καὶ ᾿Ιωδαὲ ἐγέννησε τὸν ᾿Ιωνάθαν, καὶ ᾿Ιωνάθαν ἐγέννησε τὸν ᾿Ιαδού. 12 καὶ ἐν ἡμέραις ᾿Ιωακὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραΐα ᾿Αμαρία, τῷ ῾Ιερεμίᾳ ᾿Ανανία, 13 τῷ ῎Εσδρᾳ Μεσουλάμ, τῷ ᾿Αμαρίᾳ ᾿Ιωανάν, 14 τῷ ᾿Αμαλοὺχ ᾿Ιωνάθαν, τῷ Σεχενίᾳ ᾿Ιωσήφ, 15 τῷ ᾿Αρὲ Μαννάς, τῷ Μαριὼθ ᾿Ελκαΐ, 16 τῷ ᾿Αδαδαΐ Ζαχαρία, τῷ Γαναθὼθ Μοσολάμ, 17 τῷ ᾿Αβιὰ Ζεχρί, τῷ Μιαμὶν Μααδαὶ τῷ Φελετί, 18 τῷ Βαλγὰς Σαμουέ, τῷ Σεμίᾳ ᾿Ιωνάθαν, 19 τῷ ᾿Ιωαρὶβ Ματθαναΐ, τῷ ᾿Εδίῳ ᾿Οζί, 20 τῷ Σαλαΐ Καλλαΐ, τῷ ᾿Αμὲκ ᾿Αβέδ, 21 τῷ ᾿Ελκίᾳ ᾿Ασαβίας, τῷ ᾿Ιεδεϊοὺ Ναθαναήλ. 22 οἱ Λευῖται ἐν ἡμέραις ᾿Ελιασίβ, ᾿Ιωαδὰ καὶ ᾿Ιωὰ καὶ ᾿Ιωανὰν καὶ ᾿Ιδούα, γεγραμμένοι ἄρχοντες τῶν πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου· 23 υἱοὶ δὲ Λευὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν ᾿Ιωανὰν υἱοῦ ᾿Ελισουέ. 24 καὶ οἱ ἄρχοντες τῶν Λευιτῶν ᾿Ασαβία καὶ Σαραβία καὶ ᾿Ιησοῦ καὶ υἱοὶ Καδμιὴλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὕμνον αἰνεῖν ἐν ἐντολῇ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ ἐφημερία πρὸς ἐφημερίαν 25 ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς 26 ἐν ἡμέραις ᾿Ιωακὶμ υἱοῦ ᾿Ιησοῦ, υἱοῦ ᾿Ιωσεδὲκ καὶ ἐν ἡμέραις Νεεμία, καὶ ῎Εσδρας ὁ ἱερεὺς καὶ γραμματεύς.
27 Καί ἐν ἐγκαινίοις τείχους ῾Ιερουσαλὴμ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς ῾Ιερουσαλὴμ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν Θωδαθὰ καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι. 28 καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ἆδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς ῾Ιερουσαλὴμ καὶ ἀπὸ ἐπαύλεων 29 καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν ῾Ιερουσαλήμ. 30 καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος. 31 καὶ ἀνήνεγκα τοὺς ἄρχοντας ᾿Ιούδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας, 32 καὶ ἐπορεύθη ὀπίσω αὐτῶν ᾿Ωσαΐα καὶ ἥμισυ ἀρχόντων ᾿Ιούδα 33 καὶ ᾿Αζαρίας καὶ ῎Εσδρας καὶ Μεσολλάμ, 34 καὶ ᾿Ιούδα καὶ Βενιαμὶν καὶ Σαμαΐας καὶ ῾Ιερεμία 35 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἐν σάλπιγξι Ζαχαρίας υἱὸς ᾿Ιωνάθαν, υἱὸς Σαμαΐα, υἱὸς Ματθανία, υἱὸς Μιχαία, υἱὸς Ζακχούρ, υἱὸς ᾿Ασάφ· 36 καὶ ἀδελφοὶ αὐτοῦ Σαμαΐα καὶ ᾿Οζιήλ, Γελώλ, ᾿Ιαμά, ᾿Αΐα, Ναθαναὴλ καὶ ᾿Ιούδα, ᾿Ανανί, τοῦ αἰνεῖν ἐν ᾠδαῖς Δαυὶδ ἀνθρώπου Θεοῦ, καὶ ῎Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν· 37 ἐπὶ πύλης τοῦ αἲν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυὶδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυὶδ καὶ ἕως τῆς πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς. 38 καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς, καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουρὶμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος 39 καὶ ὑπεράνω τῆς πύλης ᾿Εφραὶμ καὶ ἐπὶ τὴν πύλην ἰχθυρὰν καὶ πύργῳ ᾿Αναμεὴλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς. 40 καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ ἐμοῦ 41 καὶ οἱ ἱερεῖς ᾿Ελιακίμ, Μαασίας, Βενιαμίν, Μιχαίας, ᾿Ελιωηναί, Ζαχαρίας, ᾿Ανανίας ἐν σάλπιγξι καὶ Μαασίας καὶ Σεμεΐας καὶ ᾿Ελεάζαρ καὶ ᾿Οζὶ καὶ ᾿Ιωανὰθ καὶ Μελχίας καὶ Αἰλὰμ καὶ ᾿Εζούρ, 42 καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν. 43 καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι ὁ Θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως. καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν ῾Ιερουσαλὴμ ἀπὸ μακρόθεν.
44 Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων, τοῖς θυσαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσι τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἦν ἐν ᾿Ιούδᾳ ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας. 45 καὶ ἐφύλαξαν φυλακὰς Θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωρούς, ὡς ἐντολαὶ Δαυὶδ καὶ Σαλωμὼν υἱοῦ αὐτοῦ. 46 ὅτι ἐν ἡμέραις Δαυὶδ ᾿Ασὰφ ἀπ ἀρχῆς πρῶτος τῶν ἆδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ Θεῷ. 47 καὶ πᾶς ᾿Ισραὴλ ἐν ἡμέραις Ζοροβάβελ καὶ ἐν ταῖς ἡμέραις Νεεμίου διδόντες μερίδας τῶν ἆδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς ᾿Ααρών.
ΚΕΦΑΛΑΙΟΝ ΙΓ´
Εν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶ τοῦ λαοῦ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ, ὅπως μὴ εἰσέλθωσιν ᾿Αμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ Θεοῦ ἕως αἰῶνος, 2 ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν ἄρτῳ καὶ ὕδατι καὶ ἐμισθώσαντο ἐπ αὐτὸν τὸν Βαλαὰμ καταράσασθαι, καὶ ἐπέστρεψεν ὁ Θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν. 3 καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον, καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν ᾿Ισραήλ. 4 καὶ πρὸ τούτου ᾿Ελιασὶβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου Θεοῦ ἡμῶν ἐγγίων Τωβίᾳ 5 καὶ ἐποίησεν ἑαυτῷ γαζοφυλάκιον μέγα, καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μαναὰν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ἆδόντων καὶ τῶν πυλωρῶν καὶ ἀπαρχὰς τῶν ἱερέων. 6 καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν ῾Ιερουσαλήμ· ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ ᾿Αρθασασθὰ βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα. καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως 7 καὶ ἦλθον εἰς ῾Ιερουσαλήμ. καὶ συνῆκα ἐν τῇ πονηρίᾳ, ᾖ ἐποίησεν ᾿Ελιασὶβ τῷ Τωβίᾳ, ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ Θεοῦ. 8 καὶ πονηρόν μοι ἐφάνη σφόδρα, καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβία ἔξω ἀπὸ τοῦ γαζοφυλακίου· 9 καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια, καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ Θεοῦ, τὴν μαναὰν καὶ τὸν λίβανον. 10 καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν, καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ, οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον. 11 καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς καὶ εἶπα· διατί ἐγκατελείφθη ὁ οἶκος τοῦ Θεοῦ; καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν. 12 καὶ πᾶς ᾿Ιούδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς 13 ἐπὶ χεῖρα Σελεμία τοῦ ἱερέως καὶ Σαδδοὺκ τοῦ γραμματέως καὶ Φαδαΐα ἀπὸ τῶν Λευιτῶν, καὶ ἐπὶ χεῖρα αὐτῶν ᾿Ανὰν υἱὸς Ζακχούρ, υἱὸς Ματθανίου, ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν. 14 μνήσθητί μου, ὁ Θεός, ἐν ταύτῃ, καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου, ὃ ἐποίησα ἐν οἴκῳ Κυρίου τοῦ Θεοῦ.
15 ᾿Εν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν ᾿Ιούδᾳ πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα καὶ φέροντας εἰς ῾Ιερουσαλὴμ ἐν ἡμέρᾳ τοῦ σαββάτου· καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν. 16 καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς ᾿Ιούδα καὶ ἐν ῾Ιερουσαλήμ. 17 καὶ ἐμαχεσάμην τοῖς υἱοῖς ᾿Ιούδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς· τίς ὁ λόγος οὗτος ὁ πονηρός, ὃν ὑμεῖς ποιεῖτε, καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου; 18 οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, καὶ ἤνεγκεν ἐπ αὐτοὺς ὁ Θεὸς ἡμῶν καὶ ἐφ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην; καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ ᾿Ισραὴλ βεβηλῶσαι τὸ σάββατον; 19 καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι ἐν ῾Ιερουσαλὴμ πρὸ τοῦ σαββάτου, καὶ εἶπα καὶ ἔκλεισαν τὰς πύλας, καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου· καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας, ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου. 20 καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω ῾Ιερουσαλὴμ ἅπαξ καὶ δίς. 21 καὶ ἐπεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς· διατί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους; ἐὰν δευτερώσητε, ἐκτενῶ χεῖρά μου ἐν ὑμῖν. ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ. 22 καὶ εἶπα τοῖς Λευίταις, οἳ ἦσαν καθαριζόμενοι, καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου. πρὸς ταῦτα μνήσθητί μου, ὁ Θεός, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.
23 Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς ᾿Ιουδαίους, οἳ ἐκάθισαν γυναῖκας ᾿Αζωτίας, ᾿Αμμανίτιδας, Μωαβίτιδας 24 καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες ᾿Αζωτιστὶ καὶ οὐκ εἰσὶν ἐπιγινώσκοντες λαλεῖν ᾿Ιουδαϊστί, 25 καὶ ἐμαχεσάμην μετ αὐτῶν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τῷ Θεῷ· ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν. 26 οὐχ οὕτως ἥμαρτε Σαλωμὼν βασιλεὺς ᾿Ισραήλ; καὶ ἐν ἔθνεσι πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ· καὶ ἀγαπώμενος τῷ Θεῷ ἦν, καὶ ἔδωκεν αὐτὸν ὁ Θεὸς εἰς βασιλέα ἐπὶ πάντα ᾿Ισραήλ· καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι. 27 καὶ ὑμῶν μὴ ἀκουσώμεθα ποιῆσαι τὴν πᾶσαν πονηρίαν ταύτην ἀσυνθετῆσαι ἐν τῷ Θεῷ ἡμῶν καθίσαι γυναῖκας ἀλλοτρίας; 28 καὶ ἀπὸ υἱῶν ᾿Ιωαδὰ τοῦ ᾿Ελισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλὰτ τοῦ Οὐρανίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ ἐμοῦ. 29 μνήσθητι αὐτοῖς, ὁ Θεός, ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκῃ τῆς ἱερατείας καὶ τοὺς Λευίτας. 30 καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ, 31 καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις. μνήσθητί μου ὁ Θεὸς ἡμῶν εἰς ἀγαθωσύνην.

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
Τετ 2 Αυγ - 11:19 από briskyten
» Ο ΤΡΕΛΛΟΣ ΤΩΝ FM παντρεύεται !
Τετ 3 Μάης - 9:11 από vidhayakji79
» Το FIFA World έρχεται στο PC
Πεμ 27 Απρ - 12:42 από sneakyforetell
» Τα UK charts της εβδομάδας
Τετ 26 Απρ - 5:33 από sneakyforetell
» Trailer για το νέο Need for Speed
Τετ 26 Απρ - 5:31 από sneakyforetell
» Εκλογές 2023 : Πόσες ημέρες άδειας δικαιούνται οι εργαζόμενοι
Δευ 24 Απρ - 17:20 από georgeharrison
» Συνελήφθη γυναίκα σε χωριό του Αγρινίου – Φέρεται να απείλησε νεαρό με κυνηγετικό όπλο
Δευ 24 Απρ - 15:44 από georgeharrison
» J2US: Ο Πασχάλης Τερζής έκανε την μεγάλη έκπληξη – «Έσπασαν» Εύη Δρούτσα και Δέσποινα Βανδή
Δευ 24 Απρ - 15:42 από georgeharrison
» Λευκές ελιές: Μια σπάνια ποικιλία ελιάς με καταγωγή από τα αρχαία χρόνια
Δευ 24 Απρ - 15:41 από georgeharrison
» Ο άγνωστος ιαματικός πλούτος της Ελλάδας.Οι 90 Ιαματικές Πηγές,9 στην Αιτωλοακαρνανία
Δευ 24 Απρ - 15:33 από georgeharrison
» Λαμία: Έκκληση για αίμα 0 ρέζους αρνητικό
Τετ 22 Φεβ - 10:47 από chotabhai807
» Βραβεύθηκαν Λουξ και Καλλιμάνης από την Ελληνική Ακαδημία Μάρκετινγκ
Παρ 16 Δεκ - 15:00 από faxedasto
» Συλλέγουν πλαστικά καπάκια για παιδιά με αναπηρία
Δευ 13 Ιουν - 14:33 από langasur
» Μπήκε σε κομμωτήριο και προσπάθησε να δολοφονήσει τον ιδιοκτήτη
Τετ 23 Μαρ - 13:26 από stuffkharb
» Άρτα: Έκκληση για να ξανασταθεί 21χρονος στα πόδια του
Δευ 11 Οκτ - 16:04 από manikkmanikk62
» ooVoo - chat and voip
Παρ 9 Οκτ - 22:37 από roundcubethirteen
» Για σένα τραγουδώ --- Γιάννης Πουλόπουλος. HD.
Κυρ 4 Δεκ - 15:54 από manolissp
» Eνα ταξίδι --- RONI IRON Feat. Charitini (Tripes Tribute). HD.
Κυρ 6 Νοε - 20:08 από manolissp
» Grrek Filiko Forum
Κυρ 30 Οκτ - 19:31 από akritas
» Moby - Porcelain (Official Video)
Κυρ 23 Οκτ - 21:04 από manolissp
» Moby 'Why Does My Heart Feel So Bad?' - Official video
Κυρ 23 Οκτ - 21:01 από manolissp
» ♛♛♛ Imany – Don't be so shy (Filatov & Karas Remix) ♛♛♛
Κυρ 23 Οκτ - 20:57 από manolissp
» ~Αχ βρε ζωή~ Νίκος Οικονομίδης ♬♪
Παρ 21 Οκτ - 20:01 από manolissp
» The Olympians - Istoria (Ιστορία)
Παρ 21 Οκτ - 17:26 από manolissp
» olympians --o tropos
Παρ 21 Οκτ - 17:20 από manolissp
» Ελένη Δήμου ~ Δεν με νοιάζει
Παρ 21 Οκτ - 17:17 από manolissp
» Μια γυναίκα μόνο ξέρει - Καίτη Γκρέυ
Παρ 21 Οκτ - 17:10 από manolissp
» ΟΤΙ ΑΓΑΠΩ ΕΙΝΑΙ ΔΙΚΟ ΣΟΥ ΓΛΥΚΕΡΙΑ-HD
Παρ 21 Οκτ - 17:06 από manolissp
» ΓΙΑ ΠΟΥ ΤΟ'ΒΑΛΕΣ ΚΑΡΔΙΑ ΜΟΥ- ΟΡΦΕΑΣ ΠΕΡΙΔΗΣ
Παρ 21 Οκτ - 16:58 από manolissp
» Ζαφείρης Μελάς - Γαμώ την Καλοσύνη μου (Νew 2011)
Παρ 21 Οκτ - 16:54 από manolissp