Κεφάλαιο 11
Σελίδα 1 από 1
Κεφάλαιο 11
Κεφάλαιο 11
ΚΑΙ ὁ βασιλεὺς Αἰγύπτου ἤθροισε δυνάμεις πολλὰς ὡς τὴν ἄμμον τὴν περὶ τὸ χεῖλος τῆς θαλάσσης καὶ πλοῖα πολλὰ καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας ᾿Αλεξάνδρου δόλῳ καὶ προσθεῖναι αὐτὴν τῇ βασιλείᾳ αὐτοῦ. 2 καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς, καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων καὶ συνήντων αὐτῷ, ὅτι ἐντολὴ ἦν ᾿Αλεξάνδρου τοῦ βασιλέως συναντᾶν αὐτῷ διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι. 3 ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις ὁ Πτολεμαῖος, ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστῃ πόλει. 4 ὡς δὲ ἤγγισεν ᾿Αζώτου, ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγὼν ἐμπεπυρισμένον καὶ ῎Αζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους, οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ· ἐποίησαν γὰρ θημωνίας αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ. 5 καὶ διηγήσαντο τῷ βασιλεῖ ἃ ἐποίησεν ᾿Ιωνάθαν εἰς τὸ ψογίσαι αὐτόν· καὶ ἐσίγησεν ὁ βασιλεύς. 6 καὶ συνήντησεν ᾿Ιωνάθαν τῷ βασιλεῖ εἰς ᾿Ιόππην μετὰ δόξης, καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήθησαν ἐκεῖ. 7 καὶ ἐπορεύθη ᾿Ιωνάθαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου ᾿Ελευθέρου καὶ ἐπέστρεψεν εἰς ῾Ιερουσαλήμ. 8 ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσε τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ ᾿Αλεξάνδρου λογισμοὺς πονηρούς. 9 καὶ ἀπέστειλε πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων· δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην, καὶ δώσω σοι τὴν θυγατέρα μου, ἣν ἔχει ᾿Αλέξανδρος, καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου· 10 μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου, ἐζήτησε γὰρ ἀποκτεῖναί με. 11 καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ· 12 καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοτριώθη τῷ ᾿Αλεξάνδρῳ καὶ ἐφάνη ἡ ἔχθρα αὐτῶν. 13 καὶ εἰσῆλθε Πτολεμαῖος εἰς ᾿Αντιόχειαν καὶ περιέθετο τὸ διάδημα τῆς ᾿Ασίας· καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ, τὸ τῆς ᾿Ασίας καὶ Αἰγύπτου. 14 ᾿Αλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων. 15 καὶ ἤκουσεν ᾿Αλέξανδρος καὶ ἦλθεν ἐπ᾿ αὐτὸν πολέμῳ. καὶ ἐξήγαγε Πτολεμαῖος τὴν δύναμιν καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν. 16 καὶ ἔφυγεν ᾿Αλέξανδρος εἰς τὴν ᾿Αραβίαν τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ. ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη. 17 καὶ ἀφεῖλε Ζαβδιὴλ ὁ ῎Αραψ τὴν κεφαλὴν ᾿Αλεξάνδρου καὶ ἀπέστειλε τῷ Πτολεμαίῳ. 18 καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασι. 19 καὶ ἐβασίλευσε Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.
20 ᾿Εν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν ᾿Ιωνάθαν τοὺς ἐκ τῆς ᾿Ιουδαίας τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν ῾Ιερουσαλὴμ καὶ ἐποίησεν ἐπ᾿ αὐτὴν μηχανὰς πολλάς. 21 καὶ ἐπορεύθησάν τινες μισοῦντες τὸ ἔθνος αὐτῶν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτῷ ὅτι ᾿Ιωνάθαν περικάθηται τὴν ἄκραν. 22 καὶ ἀκούσας ὠργίσθη· ὡς δὲ ἤκουσεν, εὐθέως ἀναζεύξας ἦλθεν εἰς Πτολεμαΐδα καὶ ἔγραψεν ᾿Ιωνάθαν τοῦ μὴ περικαθῆσθαι τῇ ἄκρᾳ καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συμμίσγειν εἰς Πτολεμαΐδα τὴν ταχίστην. 23 ὡς δὲ ἤκουσεν ᾿Ιωνάθαν, ἐκέλευσε περικαθῆσθαι καὶ ἐπέλεξε τῶν πρεσβυτέρων ᾿Ισραὴλ καὶ τῶν ἱερέων καὶ ἔδωκεν ἑαυτὸν τῷ κινδύνῳ· 24 καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαΐδα καὶ εὗρε χάριν ἐνώπιον αὐτοῦ. 25 καὶ ἐνετύγχανον κατ᾿ αὐτοῦ τινες ἄνομοι τῶν ἐκ τοῦ ἔθνους. 26 καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν ἐναντίον πάντων τῶν φίλων αὐτοῦ, 27 καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἶχε τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων φίλων ἡγεῖσθαι. 28 καὶ ἠξίωσεν ᾿Ιωνάθαν τὸν βασιλέα ποιῆσαι τὴν ᾿Ιουδαίαν ἀφορολόγητον καὶ τὰς τρεῖς τοπαρχίας καὶ τὴν Σαμαρεῖτιν καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια. 29 καὶ εὐδόκησεν ὁ βασιλεὺς καὶ ἔγραψε τῷ ᾿Ιωνάθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον· 30 «Βασιλεὺς Δημήτριος ᾿Ιωνάθαν τῷ ἀδελφῷ χαίρειν, καὶ ἔθνει ᾿Ιουδαίων. 31 τὸ ἀντίγραφον τῆς ἐπιστολῆς, ἧς ἐγράψαμεν Λασθένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν, γεγράφαμεν καὶ πρὸς ὑμᾶς ὅπως εἰδῆτε. 32 βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν. 33 τῷ ἔθνει τῶν ᾿Ιουδαίων φίλοις ἡμῶν καὶ συντηροῦσι τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαθοποιῆσαι χάριν τῆς ἐξ αὐτῶν εὐνοίας πρὸς ἡμᾶς. 34 ἑστάκαμεν οὖν αὐτοῖς τά τε ὅρια τῆς ᾿Ιουδαίας καὶ τοὺς τρεῖς νομούς, ᾿Αφαίρεμα καὶ Λύδδαν καὶ Ραμαθέμ, οἵτινες προσετέθησαν τῇ ᾿Ιουδαίᾳ ἀπὸ τῆς Σαμαρείτιδος, καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσι τοῖς θυσιάζουσιν εἰς ῾Ιεροσόλυμα, ἀντὶ τῶν βασιλικῶν, ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρ᾿ αὐτῶν τὸ πρότερον κατ᾿ ἐνιαυτὸν ἀπὸ τῶν γεννημάτων τῆς γῆς καὶ ἀπὸ τῶν ἀκροδρύων. 35 καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους, πάντα ἐπαρκῶς παρίεμεν αὐτοῖς. 36 καὶ οὐκ ἀθετηθήσεται οὐδὲ ἓν τούτων ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον. 37 νῦν οὖν ἐπιμέλεσθε τοῦ ποιῆσαι τούτων ἀντίγραφον καὶ δοθήτω ᾿Ιωνάθαν καὶ τεθήτω ἐν τῷ ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπισήμῳ».
38 Καὶ εἶδε Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ οὐδὲν αὐτῷ ἀνθειστήκει, καὶ ἀπέλυσε πάσας τὰς δυνάμεις αὐτοῦ ἕκαστον εἰς τὸν ἴδιον τόπον, πλὴν τῶν ξένων δυνάμεων, ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν· καὶ ἤχθραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις τῶν πατέρων αὐτοῦ. 39 Τρύφων δὲ ἦν τῶν παρὰ ᾿Αλέξάνδρου τὸ πρότερον καὶ εἶδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσι τοῦ Δημητρίου, καὶ ἐπορεύθη πρὸς Εἰμαλκουαὶ τὸν ῎Αραβα, ὃς ἔτρεφε τὸν ᾿Αντίοχον τὸ παιδάριον τὸ τοῦ ᾿Αλεξάνδρου. 40 καὶ προσήδρευεν αὐτῷ, ὅπως παραδοῖ αὐτὸν αὐτῷ, ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἀπήγγειλεν αὐτῷ ὅσα συνετέλεσε Δημήτριος καὶ τὴν ἔχθραν, ἣν ἐχθραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ, καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς. 41 καὶ ἀπέστειλεν ᾿Ιωνάθαν πρὸς Δημήτριον τὸν βασιλέα, ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ ῾Ιερουσαλὴμ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν· ἦσαν γὰρ πολεμοῦντες τὸν ᾿Ισραήλ. 42 καὶ ἀπέστειλε Δημήτριος πρὸς ᾿Ιωνάθαν λέγων· οὐ μόνον ταῦτα ποιήσω σοι καὶ τῷ ἔθνει σου, ἀλλὰ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου, ἐὰν εὐκαιρίας τύχω. 43 νῦν οὖν ὀρθῶς ποιήσεις ἀποστείλας μοι ἄνδρας, οἳ συμμαχήσουσιν, ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου. 44 καὶ ἀπέστειλεν ᾿Ιωνάθαν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύϊ αὐτῷ εἰς ᾿Αντιόχειαν, καὶ ἤλθοσαν πρὸς τὸν βασιλέα, καὶ ηὐφράνθη ὁ βασιλεὺς ἐπὶ τῇ ἐφόδῳ αὐτῶν. 45 καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἀνδρῶν δώδεκα μυριάδας ἀνδρῶν καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα. 46 καὶ ἔφυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλήν, καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους τῆς πόλεως καὶ ἤρξαντο πολεμεῖν. 47 καὶ ἐκάλεσεν ὁ βασιλεὺς τοὺς ᾿Ιουδαίους ἐπὶ βοήθειαν, καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πάντες ἅμα καὶ διεσπάρησαν ἐν τῇ πόλει πάντες ἅμα καὶ ἀπέκτειναν ἐν τῇ πόλει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα· 48 καὶ ἐνεπύρισαν τὴν πόλιν καὶ ἐλάβοσαν σκῦλα πολλὰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἔσωσαν τὸν βασιλέα. 49 καὶ εἶδον οἱ ἀπὸ τῆς πόλεως ὅτι κατεκράτησαν οἱ ᾿Ιουδαῖοι τῆς πόλεως ὡς ἠβούλοντο, καὶ ἠσθένησαν ταῖς διανοίαις αὐτῶν καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα μετὰ δεήσεως λέγοντες· 50 δὸς ἡμῖν δεξιὰς καὶ παυσάσθωσαν οἱ ᾿Ιουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν. 51 καὶ ἔρριψαν τὰ ὅπλα καὶ ἐποίησαν εἰρήνην καὶ ἐδοξάσθησαν οἱ ᾿Ιουδαῖοι ἐναντίον τοῦ βασιλέως καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς ῾Ιερουσαλὴμ ἔχοντες σκῦλα πολλά. 52 καὶ ἐκάθησε Δημήτριος ὁ βασιλεὺς ἐπὶ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ. 53 καὶ ἐψεύσατο πάντα, ὅσα εἶπε, καὶ ἠλλοτριώθη τῷ ᾿Ιωνάθαν καὶ οὐκ ἀνταπέδωκε κατὰ τὰς εὐνοίας, ἃς ἀνταπέδωκεν αὐτῷ, καὶ ἔθλιβεν αὐτὸν σφόδρα.
54 Μετὰ δὲ ταῦτα ἀπέστρεψε Τρύφων καὶ ᾿Αντίοχος μετ᾿ αὐτοῦ παιδάριον νεώτερον· καὶ ἐβασίλευσε καὶ ἐπέθετο διάδημα. 55 καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ἃς ἀπεσκόρπισε Δημήτριος, καὶ ἐπολέμησαν πρὸς αὐτόν, καὶ ἔφυγε καὶ ἐτροπώθη. 56 καὶ ἔλαβε Τρύφων τὰ θηρία καὶ κατεκράτησεν ᾿Αντιοχείας. 57 καὶ ἔγραψεν ᾿Αντίοχος ὁ νεώτερος τῷ ᾿Ιωνάθαν λέγων· ἵστημί σοι τὴν ἀρχιερωσύνην καὶ καθίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶν καὶ εἶναί σε τῶν φίλων τοῦ βασιλέως. 58 καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασι καὶ εἶναι ἐν πορφύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν· 59 καὶ Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ κατέστησε στρατηγὸν ἀπὸ τῆς κλίμακος Τύρου ἕως τῶν ὁρίων Αἰγύπτου. 60 καὶ ἐξῆλθεν ᾿Ιωνάθαν καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσι, καὶ ἠθροίσθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις Συρίας εἰς συμμαχίαν, καὶ ἦλθεν εἰς ᾿Ασκάλωνα, καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως. 61 καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν, καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης, καὶ περιεκάθισε περὶ αὐτὴν καὶ ἐνεπύρισε τὰ περιπόλια αὐτῆς πυρὶ καὶ ἐσκύλευσεν αὐτά. 62 καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης τὸν ᾿Ιωνάθαν, καὶ ἔδωκεν αὐτοῖς δεξιὰς καὶ ἔλαβε τοὺς υἱοὺς ἀρχόντων αὐτῶν εἰς ὅμηρα καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς ῾Ιερουσαλήμ· καὶ διῆλθε τὴν χώραν ἕως Δαμασκοῦ. 63 καὶ ἤκουσεν ᾿Ιωνάθαν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κάδης τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας. 64 καὶ συνήντησεν αὐτοῖς, τὸν δὲ ἀδελφὸν αὐτοῦ Σίμωνα κατέλιπεν ἐν τῇ χώρᾳ. 65 καὶ παρενέβαλε Σίμων ἐπὶ Βαιθσούρᾳ καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν. 66 καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ κατελάβετο τὴν πόλιν καὶ ἔθετο ἐπ᾿ αὐτῇ φρουράν. 67 καὶ ᾿Ιωνάθαν καὶ ἡ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ Γεννησάρ, καὶ ὤρθρισαν τὸ πρωΐ εἰς τὸ πεδίον Νασώρ. 68 καὶ ἰδοὺ παρεμβολὴ ἀλλοφύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ καὶ ἐξέβαλον ἔνεδρον ἐπ᾿ αὐτὸν ἐν τοῖς ὄρεσιν, αὐτοὶ δὲ ἀπήντησαν ἐξεναντίας. 69 τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων αὐτῶν καὶ συνῆψαν πόλεμον. καὶ ἔφυγον οἱ παρὰ ᾿Ιωνάθαν πάντες, 70 οὐδὲ εἷς κατελείφθη ἀπ᾿ αὐτῶν, πλὴν Ματταθίας ὁ τοῦ ᾿Αβεσσαλώμου καὶ ᾿Ιούδας ὁ τοῦ Χαλφὶ ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων. 71 καὶ διέρρηξεν ᾿Ιωνάθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο γῆν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ προσηύξατο. 72 καὶ ὑπέστρεψε πρὸς αὐτοὺς πολέμῳ καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔφυγον. 73 καὶ εἶδον οἱ φεύγοντες οἱ παρ᾿ αὐτοῦ καὶ ἐπέστρεψαν πρὸς αὐτὸν καὶ ἐδίωκον μετ᾿ αὐτοῦ ἕως Κάδης ἕως τῆς παρεμβολῆς αὐτῶν καὶ παρενέβαλον ἐκεῖ. 74 καὶ ἔπεσον ἐκ τῶν ἀλλοφύλων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους. καὶ ἐπέστρεψεν ᾿Ιωνάθαν εἰς ῾Ιερουσαλήμ.

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
Τετ 2 Αυγ - 11:19 από briskyten
» Ο ΤΡΕΛΛΟΣ ΤΩΝ FM παντρεύεται !
Τετ 3 Μάης - 9:11 από vidhayakji79
» Το FIFA World έρχεται στο PC
Πεμ 27 Απρ - 12:42 από sneakyforetell
» Τα UK charts της εβδομάδας
Τετ 26 Απρ - 5:33 από sneakyforetell
» Trailer για το νέο Need for Speed
Τετ 26 Απρ - 5:31 από sneakyforetell
» Εκλογές 2023 : Πόσες ημέρες άδειας δικαιούνται οι εργαζόμενοι
Δευ 24 Απρ - 17:20 από georgeharrison
» Συνελήφθη γυναίκα σε χωριό του Αγρινίου – Φέρεται να απείλησε νεαρό με κυνηγετικό όπλο
Δευ 24 Απρ - 15:44 από georgeharrison
» J2US: Ο Πασχάλης Τερζής έκανε την μεγάλη έκπληξη – «Έσπασαν» Εύη Δρούτσα και Δέσποινα Βανδή
Δευ 24 Απρ - 15:42 από georgeharrison
» Λευκές ελιές: Μια σπάνια ποικιλία ελιάς με καταγωγή από τα αρχαία χρόνια
Δευ 24 Απρ - 15:41 από georgeharrison
» Ο άγνωστος ιαματικός πλούτος της Ελλάδας.Οι 90 Ιαματικές Πηγές,9 στην Αιτωλοακαρνανία
Δευ 24 Απρ - 15:33 από georgeharrison
» Λαμία: Έκκληση για αίμα 0 ρέζους αρνητικό
Τετ 22 Φεβ - 10:47 από chotabhai807
» Βραβεύθηκαν Λουξ και Καλλιμάνης από την Ελληνική Ακαδημία Μάρκετινγκ
Παρ 16 Δεκ - 15:00 από faxedasto
» Συλλέγουν πλαστικά καπάκια για παιδιά με αναπηρία
Δευ 13 Ιουν - 14:33 από langasur
» Μπήκε σε κομμωτήριο και προσπάθησε να δολοφονήσει τον ιδιοκτήτη
Τετ 23 Μαρ - 13:26 από stuffkharb
» Άρτα: Έκκληση για να ξανασταθεί 21χρονος στα πόδια του
Δευ 11 Οκτ - 16:04 από manikkmanikk62
» ooVoo - chat and voip
Παρ 9 Οκτ - 22:37 από roundcubethirteen
» Για σένα τραγουδώ --- Γιάννης Πουλόπουλος. HD.
Κυρ 4 Δεκ - 15:54 από manolissp
» Eνα ταξίδι --- RONI IRON Feat. Charitini (Tripes Tribute). HD.
Κυρ 6 Νοε - 20:08 από manolissp
» Grrek Filiko Forum
Κυρ 30 Οκτ - 19:31 από akritas
» Moby - Porcelain (Official Video)
Κυρ 23 Οκτ - 21:04 από manolissp
» Moby 'Why Does My Heart Feel So Bad?' - Official video
Κυρ 23 Οκτ - 21:01 από manolissp
» ♛♛♛ Imany – Don't be so shy (Filatov & Karas Remix) ♛♛♛
Κυρ 23 Οκτ - 20:57 από manolissp
» ~Αχ βρε ζωή~ Νίκος Οικονομίδης ♬♪
Παρ 21 Οκτ - 20:01 από manolissp
» The Olympians - Istoria (Ιστορία)
Παρ 21 Οκτ - 17:26 από manolissp
» olympians --o tropos
Παρ 21 Οκτ - 17:20 από manolissp
» Ελένη Δήμου ~ Δεν με νοιάζει
Παρ 21 Οκτ - 17:17 από manolissp
» Μια γυναίκα μόνο ξέρει - Καίτη Γκρέυ
Παρ 21 Οκτ - 17:10 από manolissp
» ΟΤΙ ΑΓΑΠΩ ΕΙΝΑΙ ΔΙΚΟ ΣΟΥ ΓΛΥΚΕΡΙΑ-HD
Παρ 21 Οκτ - 17:06 από manolissp
» ΓΙΑ ΠΟΥ ΤΟ'ΒΑΛΕΣ ΚΑΡΔΙΑ ΜΟΥ- ΟΡΦΕΑΣ ΠΕΡΙΔΗΣ
Παρ 21 Οκτ - 16:58 από manolissp
» Ζαφείρης Μελάς - Γαμώ την Καλοσύνη μου (Νew 2011)
Παρ 21 Οκτ - 16:54 από manolissp