Κεφάλαιο 27
Σελίδα 1 από 1
Κεφάλαιο 27
Κεφάλαιο 27
(Μασ. Ν΄ .) ΛΟΓΟΣ Κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα.
2 Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε, εἴπατε· ἑάλωκε Βαβυλών, κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος, ἡ τρυφερὰ παρεδόθη Μαρωδάχ. 3 ὅτι ἀνέβη ἐπ’ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ· οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν, καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους. 4 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ ᾿Ισραήλ, αὐτοὶ καὶ οἱ υἱοὶ ᾿Ιούδα ἐπὶ τὸ αὐτό· βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν Κύριον Θεὸν αὐτῶν ζητοῦντες. 5 ἕως Σιὼν ἐρωτήσουσι τὴν ὁδόν, ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι· καὶ ἥξουσι καὶ καταφεύξονται πρὸς Κύριον τὸν Θεόν, διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται. 6 πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἔξωσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὐτῶν. 7 πάντες οἱ εὑρίσκοντες αὐτοὺς ἀνήλισκον αὐτούς, οἱ ἐχθροὶ αὐτῶν εἶπαν· μὴ ἀνῶμεν αὐτούς· ἀνθ’ ὧν ἥμαρτον τῷ Κυρίῳ νομὴ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν. 8 ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων. 9 ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ, καὶ παρατάξονται αὐτῇ· ἐκεῖθεν ἁλώσεται, ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή. 10 καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν, πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται, 11 ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου, διότι ἐσκιρτᾶτε ὡς βοΐδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι. 12 ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα, ἐνετράπη ἡ τεκοῦσα ὑμᾶς μήτηρ ἐπ’ ἀγαθὰ ἐσχάτη ἐθνῶν ἔρημος. 13 ἀπὸ ὀργῆς Κυρίου οὐ κατοικηθήσεται. καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα, καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς. 14 παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ, πάντες τείνοντες τόξον· τοξεύσατε ἐπ’ αὐτήν, μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν. 15 κατακρατήσατε αὐτήν· παρελύθησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς, ὅτι ἐκδίκησις παρὰ Θεοῦ ἐστιν· ἐκδικεῖτε ἐπ’ αὐτήν· καθὼς ἐποίησε, ποιήσατε αὐτῇ. 16 ἐξολοθρεύσασθε σπέρμα ἐκ Βαβυλῶνος, κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ· ἀπὸ προσώπου μαχαίρας ῾Ελληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσι καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται.
17 Πρόβατον πλανώμενον ᾿Ισραήλ, λέοντες ἔξωσαν αὐτόν· ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς ᾿Ασσοὺρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος. 18 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ, καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα ᾿Ασσούρ. 19 καὶ ἀποκαταστήσω τὸν ᾿Ισραὴλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει ᾿Εφραὶμ καὶ ἐν τῷ Γαλαὰδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ. 20 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσι τὴν ἀδικίαν ᾿Ισραήλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας ᾿Ιούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς, λέγει Κύριος. — 21 Πικρῶς ἐπίβηθι ἐπ’ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ’ αὐτήν· ἐκδίκησον, μάχαιρα, καὶ ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα, ὅσα ἐντέλλομαί σοι. 22 φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων. 23 πῶς ἐκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς; πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν; 24 ἐπιθήσονταί σοι, καὶ ἁλώσῃ, ὦ Βαβυλών, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης. 25 ἤνοιξε Κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ Κυρίῳ Θεῷ ἐν γῇ Χαλδαίων, 26 ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολοθρεύσατε αὐτήν, μὴ γενέσθω αὐτῆς κατάλειμμα. 27 ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς, καὶ καταβήτωσαν εἰς σφαγήν· οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. 28 φωνὴ φευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιὼν τὴν ἐκδίκησιν παρὰ Κυρίου Θεοῦ ἡμῶν. 29 παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον· παρεμβάλλετε ἐπ’ αὐτὴν κυκλόθεν, μὴ ἔστω αὐτοῖς ἀνασῳζόμενος· ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς, κατὰ πάντα, ὅσα ἐποίησε, ποιήσατε αὐτῇ, ὅτι πρὸς Κύριον ἀντέστη Θεὸν ἅγιον τοῦ ᾿Ισραήλ. 30 διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ριφήσονται, εἶπε Κύριος. 31 ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει Κύριος, ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου· 32 καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται, καὶ οὐδεὶς ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς.
33 Τάδε λέγει Κύριος· καταδεδυνάστευνται οἱ υἱοὶ ᾿Ισραὴλ καὶ οἱ υἱοὶ ᾿Ιούδα ἅμα, πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς, ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς. 34 καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν, καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα. 35 μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς· 36 μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς, καὶ παραλυθήσονται· μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν· 37 μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμεικτον τὸν ἐν μέσῳ αὐτῆς, καὶ ἔσονται ὡσεὶ γυναῖκες· μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτῆς, καὶ διασκορπισθήσονται. 38 ἐπὶ τῷ ὕδατι αὐτῆς ἐπεποίθει καὶ καταισχυνθήσονται, ὅτι γῆ τῶν γλυπτῶν ἐστι, καὶ ἐν ταῖς νήσοις, οὗ κατεκαυχῶντο. 39 διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις, καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων· οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα. 40 καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπε Κύριος, οὐ μὴ κατοικήσει ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ παροικήσει ἐκεῖ υἱὸς ἀνθρώπου. 41 ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπ’ ἐσχάτου τῆς γῆς, 42 τόξον καὶ ἐγχειρίδιον ἔχοντες· ἰταμός ἐστι καὶ οὐ μὴ ἐλεήσῃ· ἡ φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει, ἐφ’ ἵπποις ἱππάσονται παρεσκευασμένοι, ὥσπερ πῦρ, εἰς πόλεμον πρὸς σέ, θύγατερ Βαβυλῶνος. 43 ἤκουσε βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ· θλῖψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης. 44 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ ᾿Ιορδάνου εἰς τόπον Αἰθάμ, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ’ αὐτῆς καὶ πάντα νεανίσκον ἐπ’ αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου; 45 διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν Κυρίου, ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ, οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπ’ αὐτῶν. 46 ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται.

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
Τετ 2 Αυγ - 11:19 από briskyten
» Ο ΤΡΕΛΛΟΣ ΤΩΝ FM παντρεύεται !
Τετ 3 Μάης - 9:11 από vidhayakji79
» Το FIFA World έρχεται στο PC
Πεμ 27 Απρ - 12:42 από sneakyforetell
» Τα UK charts της εβδομάδας
Τετ 26 Απρ - 5:33 από sneakyforetell
» Trailer για το νέο Need for Speed
Τετ 26 Απρ - 5:31 από sneakyforetell
» Εκλογές 2023 : Πόσες ημέρες άδειας δικαιούνται οι εργαζόμενοι
Δευ 24 Απρ - 17:20 από georgeharrison
» Συνελήφθη γυναίκα σε χωριό του Αγρινίου – Φέρεται να απείλησε νεαρό με κυνηγετικό όπλο
Δευ 24 Απρ - 15:44 από georgeharrison
» J2US: Ο Πασχάλης Τερζής έκανε την μεγάλη έκπληξη – «Έσπασαν» Εύη Δρούτσα και Δέσποινα Βανδή
Δευ 24 Απρ - 15:42 από georgeharrison
» Λευκές ελιές: Μια σπάνια ποικιλία ελιάς με καταγωγή από τα αρχαία χρόνια
Δευ 24 Απρ - 15:41 από georgeharrison
» Ο άγνωστος ιαματικός πλούτος της Ελλάδας.Οι 90 Ιαματικές Πηγές,9 στην Αιτωλοακαρνανία
Δευ 24 Απρ - 15:33 από georgeharrison
» Λαμία: Έκκληση για αίμα 0 ρέζους αρνητικό
Τετ 22 Φεβ - 10:47 από chotabhai807
» Βραβεύθηκαν Λουξ και Καλλιμάνης από την Ελληνική Ακαδημία Μάρκετινγκ
Παρ 16 Δεκ - 15:00 από faxedasto
» Συλλέγουν πλαστικά καπάκια για παιδιά με αναπηρία
Δευ 13 Ιουν - 14:33 από langasur
» Μπήκε σε κομμωτήριο και προσπάθησε να δολοφονήσει τον ιδιοκτήτη
Τετ 23 Μαρ - 13:26 από stuffkharb
» Άρτα: Έκκληση για να ξανασταθεί 21χρονος στα πόδια του
Δευ 11 Οκτ - 16:04 από manikkmanikk62
» ooVoo - chat and voip
Παρ 9 Οκτ - 22:37 από roundcubethirteen
» Για σένα τραγουδώ --- Γιάννης Πουλόπουλος. HD.
Κυρ 4 Δεκ - 15:54 από manolissp
» Eνα ταξίδι --- RONI IRON Feat. Charitini (Tripes Tribute). HD.
Κυρ 6 Νοε - 20:08 από manolissp
» Grrek Filiko Forum
Κυρ 30 Οκτ - 19:31 από akritas
» Moby - Porcelain (Official Video)
Κυρ 23 Οκτ - 21:04 από manolissp
» Moby 'Why Does My Heart Feel So Bad?' - Official video
Κυρ 23 Οκτ - 21:01 από manolissp
» ♛♛♛ Imany – Don't be so shy (Filatov & Karas Remix) ♛♛♛
Κυρ 23 Οκτ - 20:57 από manolissp
» ~Αχ βρε ζωή~ Νίκος Οικονομίδης ♬♪
Παρ 21 Οκτ - 20:01 από manolissp
» The Olympians - Istoria (Ιστορία)
Παρ 21 Οκτ - 17:26 από manolissp
» olympians --o tropos
Παρ 21 Οκτ - 17:20 από manolissp
» Ελένη Δήμου ~ Δεν με νοιάζει
Παρ 21 Οκτ - 17:17 από manolissp
» Μια γυναίκα μόνο ξέρει - Καίτη Γκρέυ
Παρ 21 Οκτ - 17:10 από manolissp
» ΟΤΙ ΑΓΑΠΩ ΕΙΝΑΙ ΔΙΚΟ ΣΟΥ ΓΛΥΚΕΡΙΑ-HD
Παρ 21 Οκτ - 17:06 από manolissp
» ΓΙΑ ΠΟΥ ΤΟ'ΒΑΛΕΣ ΚΑΡΔΙΑ ΜΟΥ- ΟΡΦΕΑΣ ΠΕΡΙΔΗΣ
Παρ 21 Οκτ - 16:58 από manolissp
» Ζαφείρης Μελάς - Γαμώ την Καλοσύνη μου (Νew 2011)
Παρ 21 Οκτ - 16:54 από manolissp