Κεφάλαιο 18
Σελίδα 1 από 1
Κεφάλαιο 18
Κεφάλαιο 18
Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν λέγων· 2 ἀνάστηθι, καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. 3 καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· 4 καὶ ἔπεσε τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι. 5 καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 6 εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος ᾿Ισραήλ; ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου. 7 πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν, 8 καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. 9 καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, 10 καὶ ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς. 11 καὶ νῦν εἰπὸν πρὸς ἄνδρας ᾿Ιούδα καὶ πρὸς τοὺς κατοικοῦντας ῾Ιερουσαλήμ· ἰδοὺ ἐγὼ πλάσσω ἐφ’ ὑμᾶς κακὰ καὶ λογίζομαι ἐφ’ ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τά ἐπιτηδεύματα ὑμῶν. 12 καὶ εἶπαν· ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα καὶ ἕκαστος τὰ ἀρεστά τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν. 13 διὰ τοῦτο τάδε λέγει Κύριος· ἐρωτήσατε δὴ ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτά, ἃ ἐποίησε σφόδρα παρθένος ᾿Ισραήλ; 14 μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινῇ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; 15 ὅτι ἐπελάθοντό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν· καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν 16 τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι δι’ αὐτῆς ἐκστήσονται καὶ κινήσουσι τὴν κεφαλὴν αὐτῶν. 17 ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν.
18 Καὶ εἶπαν· δεῦτε καὶ λογισώμεθα ἐπὶ ῾Ιερεμίαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προφήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ. 19 εἰσάκουσόν μου, Κύριε, καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ δικαιώματός μου. 20 εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά; ὅτι συνελάλησαν ρήματα κακὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθά, τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπ’ αὐτῶν. 21 διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ. 22 γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπ’ αὐτοὺς ληστὰς ἄφνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύλληψίν μου, καὶ παγίδας ἔκρυψαν ἐπ’ ἐμέ. 23 καὶ σύ, Κύριε, ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ’ ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς.

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
Τετ 2 Αυγ - 11:19 από briskyten
» Ο ΤΡΕΛΛΟΣ ΤΩΝ FM παντρεύεται !
Τετ 3 Μάης - 9:11 από vidhayakji79
» Το FIFA World έρχεται στο PC
Πεμ 27 Απρ - 12:42 από sneakyforetell
» Τα UK charts της εβδομάδας
Τετ 26 Απρ - 5:33 από sneakyforetell
» Trailer για το νέο Need for Speed
Τετ 26 Απρ - 5:31 από sneakyforetell
» Εκλογές 2023 : Πόσες ημέρες άδειας δικαιούνται οι εργαζόμενοι
Δευ 24 Απρ - 17:20 από georgeharrison
» Συνελήφθη γυναίκα σε χωριό του Αγρινίου – Φέρεται να απείλησε νεαρό με κυνηγετικό όπλο
Δευ 24 Απρ - 15:44 από georgeharrison
» J2US: Ο Πασχάλης Τερζής έκανε την μεγάλη έκπληξη – «Έσπασαν» Εύη Δρούτσα και Δέσποινα Βανδή
Δευ 24 Απρ - 15:42 από georgeharrison
» Λευκές ελιές: Μια σπάνια ποικιλία ελιάς με καταγωγή από τα αρχαία χρόνια
Δευ 24 Απρ - 15:41 από georgeharrison
» Ο άγνωστος ιαματικός πλούτος της Ελλάδας.Οι 90 Ιαματικές Πηγές,9 στην Αιτωλοακαρνανία
Δευ 24 Απρ - 15:33 από georgeharrison
» Λαμία: Έκκληση για αίμα 0 ρέζους αρνητικό
Τετ 22 Φεβ - 10:47 από chotabhai807
» Βραβεύθηκαν Λουξ και Καλλιμάνης από την Ελληνική Ακαδημία Μάρκετινγκ
Παρ 16 Δεκ - 15:00 από faxedasto
» Συλλέγουν πλαστικά καπάκια για παιδιά με αναπηρία
Δευ 13 Ιουν - 14:33 από langasur
» Μπήκε σε κομμωτήριο και προσπάθησε να δολοφονήσει τον ιδιοκτήτη
Τετ 23 Μαρ - 13:26 από stuffkharb
» Άρτα: Έκκληση για να ξανασταθεί 21χρονος στα πόδια του
Δευ 11 Οκτ - 16:04 από manikkmanikk62
» ooVoo - chat and voip
Παρ 9 Οκτ - 22:37 από roundcubethirteen
» Για σένα τραγουδώ --- Γιάννης Πουλόπουλος. HD.
Κυρ 4 Δεκ - 15:54 από manolissp
» Eνα ταξίδι --- RONI IRON Feat. Charitini (Tripes Tribute). HD.
Κυρ 6 Νοε - 20:08 από manolissp
» Grrek Filiko Forum
Κυρ 30 Οκτ - 19:31 από akritas
» Moby - Porcelain (Official Video)
Κυρ 23 Οκτ - 21:04 από manolissp
» Moby 'Why Does My Heart Feel So Bad?' - Official video
Κυρ 23 Οκτ - 21:01 από manolissp
» ♛♛♛ Imany – Don't be so shy (Filatov & Karas Remix) ♛♛♛
Κυρ 23 Οκτ - 20:57 από manolissp
» ~Αχ βρε ζωή~ Νίκος Οικονομίδης ♬♪
Παρ 21 Οκτ - 20:01 από manolissp
» The Olympians - Istoria (Ιστορία)
Παρ 21 Οκτ - 17:26 από manolissp
» olympians --o tropos
Παρ 21 Οκτ - 17:20 από manolissp
» Ελένη Δήμου ~ Δεν με νοιάζει
Παρ 21 Οκτ - 17:17 από manolissp
» Μια γυναίκα μόνο ξέρει - Καίτη Γκρέυ
Παρ 21 Οκτ - 17:10 από manolissp
» ΟΤΙ ΑΓΑΠΩ ΕΙΝΑΙ ΔΙΚΟ ΣΟΥ ΓΛΥΚΕΡΙΑ-HD
Παρ 21 Οκτ - 17:06 από manolissp
» ΓΙΑ ΠΟΥ ΤΟ'ΒΑΛΕΣ ΚΑΡΔΙΑ ΜΟΥ- ΟΡΦΕΑΣ ΠΕΡΙΔΗΣ
Παρ 21 Οκτ - 16:58 από manolissp
» Ζαφείρης Μελάς - Γαμώ την Καλοσύνη μου (Νew 2011)
Παρ 21 Οκτ - 16:54 από manolissp