TrelosTwnFm-News
Σας ανακοινώνω οτι το forum θα είναι ''ανενεργό'' σε θέματα.
Και πλέον την σκυτάλη στην ενημέρωση θα την ''πάρει'' το blog.
Καλή συνέχεια να έχουμε.

http://trelostwnfmnews.blogspot.gr/
TrelosTwnFm-News
Σας ανακοινώνω οτι το forum θα είναι ''ανενεργό'' σε θέματα.
Και πλέον την σκυτάλη στην ενημέρωση θα την ''πάρει'' το blog.
Καλή συνέχεια να έχουμε.

http://trelostwnfmnews.blogspot.gr/

Κεφάλαιο 25

Πήγαινε κάτω

Κεφάλαιο 25 Empty Κεφάλαιο 25

Δημοσίευση από ΤΡΕΛΛΟΣ ΤΩΝ FM Παρ 9 Μαρ - 0:33

Κεφάλαιο 25

ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ προφήτευσον ἐπ’ αὐτοὺς 3 καὶ ἐρεῖς τοῖς υἱοῖς ᾿Αμμών· ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· ἀνθ’ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραήλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ ᾿Ιούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ, 4 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου. 5 καὶ δώσω τὴν πόλιν τοῦ ᾿Αμμὼν εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς ᾿Αμμὼν εἰς νομὴν προβάτων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. 6 διότι τάδε λέγει Κύριος· ἀνθ’ ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐψόφησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραήλ, 7 διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ· καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος. — 8 Τάδε λέγει Κύριος· ἀνθ’ ὧν εἶπε Μωάβ· ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος ᾿Ισραὴλ καὶ ᾿Ιούδα, 9 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον ᾿Ασιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας. 10 τοῖς υἱοῖς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς ᾿Αμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν ᾿Αμμών· 11 καὶ εἰς Μωὰβ ποιήσω ἐκδίκησιν, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος. — 12 Τάδε λέγει Κύριος· ἀνθ’ ὧν ἐποίησεν ἡ ᾿Ιδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον ᾿Ιούδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην, 13 διὰ τοῦτο τάδε λέγει Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν ᾿Ιδουμαίαν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν διωκόμενοι ἐν ρομφαίᾳ πεσοῦνται. 14 καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν ᾿Ιδουμαίαν ἐν χειρὶ λαοῦ μου ᾿Ισραήλ, καὶ ποιήσουσιν ἐν τῇ ᾿Ιδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου· καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Κύριος. — 15 Διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ’ ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως ἑνός, 16 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολοθρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν· 17 καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ’ αὐτούς.
ΤΡΕΛΛΟΣ ΤΩΝ FM
ΤΡΕΛΛΟΣ ΤΩΝ FM
Διαχειριστής

Χώρα Χώρα : Greece
Φύλλο Φύλλο : Άντρας
Όνομα : Βασίλης
Τόπος Τόπος : Γαργαλιάνοι Μεσσηνίας
Ηλικία Ηλικία : 45
Δημοσιεύσεις Δημοσιεύσεις : 41153
Έλαβες ευχαριστώ Έλαβες ευχαριστώ : 320
Browser Browser : Κεφάλαιο 25 41610

https://www.facebook.com//groups/trelostwnfm.forumgreek/ https://twitter.com/Trelostwnfm

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Επιστροφή στην κορυφή

- Παρόμοια θέματα

 
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης