TrelosTwnFm-News
Σας ανακοινώνω οτι το forum θα είναι ''ανενεργό'' σε θέματα.
Και πλέον την σκυτάλη στην ενημέρωση θα την ''πάρει'' το blog.
Καλή συνέχεια να έχουμε.

http://trelostwnfmnews.blogspot.gr/
TrelosTwnFm-News
Σας ανακοινώνω οτι το forum θα είναι ''ανενεργό'' σε θέματα.
Και πλέον την σκυτάλη στην ενημέρωση θα την ''πάρει'' το blog.
Καλή συνέχεια να έχουμε.

http://trelostwnfmnews.blogspot.gr/

Κεφάλαιο 9

Πήγαινε κάτω

Κεφάλαιο 9 Empty Κεφάλαιο 9

Δημοσίευση από ΤΡΕΛΛΟΣ ΤΩΝ FM Παρ 9 Μαρ - 15:35

Κεφάλαιο 9

Τί μέλλεις, ὦ τύραννε; ἕτοιμοι γάρ ἐσμεν ἀποθνήσκειν ἢ παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς· 2 αἰσχυνόμεθα γὰρ τοὺς προγόνους ἡμῶν εἰκότως, εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ καὶ συμβούλῳ Μωσῇ χρησαίμεθα. 3 σύμβουλε τύραννε παρανομίας, μὴ ἡμᾶς μισῶν ὑπὲρ αὐτοὺς ἡμᾶς ἐλέει. 4 χαλεπώτερον γὰρ αὐτοῦ τοῦ θανάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον. 5 ἐκφοβεῖς δὲ ἡμᾶς τὸν διὰ τῶν βασάνων ἡμῖν θάνατον ἀπειλῶν, ὥσπερ οὐχὶ πρὸ βραχέος παρὰ ᾿Ελεαζάρου μαθών. 6 εἰ δ’ οἱ γέροντες τῶν ῾Εβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμοὺς ὑπομείναντες εὐσέβησαν, ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι, τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες, ἃς καὶ ὁ παιδευτὴς ἡμῶν γέρων ἐνίκησε. 7 πείραζε τοιγαροῦν, τύραννε· καὶ τὰς ἡμῶν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν, μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων. 8 ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς τὰ τῆς ἀρετῆς ἆθλα ἕξομεν καὶ ἐσόμεθα παρά Θεῷ, δι’ ὃν καὶ πάσχομεν· 9 σὺ δὲ διὰ τὴν ἡμῶν μιαιφονίαν αὐτάρκη καρτερήσεις ὑπὸ τῆς θείας δίκης αἰώνιον βάσανον διὰ πυρός. — 10 Ταῦτα αὐτῶν εἰπόντων, οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν ὁ τύραννος, ἀλλ’ ὡς καὶ κατὰ ἀχαρίστων ὠργίσθη. 11 ὅθεν τὸν πρεσβύτατον αὐτῶν κελευθέντες παρήγαγον οἱ ὑπασπισταὶ καὶ διαρρήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖρας αὐτοῦ καὶ τοὺς βραχίονας ἱμᾶσιν ἑκατέρωθεν. 12 ὡς δὲ τύπτοντες ταῖς μάστιξιν ἐκοπίασαν μηδὲν ἀνύοντες, ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν. 13 περὶ ὃν κατατεινόμενος ὁ εὐγενὴς νεανίας ἔξαρθρος ἐγίνετο. 14 καὶ κατὰ πᾶν μέλος κλώμενος ἐκακηγόρει λέγων· 15 τύραννε μιαρώτατε καὶ τῆς οὐρανίου δίκης ἐχθρὲ καὶ ὠμόφρον, οὐκ ἀνδροφονήσαντά με τοῦτον καταικίζεις τὸν τρόπον, οὐδὲ ἀσεβήσαντα, ἀλλὰ θείου νόμου προασπίζοντα. 16 καὶ τῶν δορυφόρων λεγόντων· ὁμολόγησον φαγεῖν, ὅπως ἀπαλλαγῇς τῶν βασάνων, 17 αὐτὸς εἶπεν αὐτοῖς· οὐχ οὕτως ἰσχυρὸς ὑμῶν ἐστιν ὁ τροχός, ᾦ μιαροὶ διάκονοι, ὥστε μου τὸν λογισμὸν ἄγξαι· τέμνετέ μου τὰ μέλη καὶ πυροῦτε τὰς σάρκας καὶ στρεβλοῦτε τὰ ἄρθρα. 18 διὰ πασῶν γὰρ ὑμᾶς πείσω τῶν βασάνων, ὅτι μόνοι παῖδες ῾Εβραίων ὑπὲρ ἀρετῆς εἰσιν ἀνίκητοι. 19 ταῦτα λέγοντι πῦρ ὑπέστρωσαν καὶ διηρέθισαν τὸν τροχὸν προσεπικατατείνοντες· 20 ἐμολύνετο δὲ πάντοθεν αἵματι ὁ τροχός, καὶ ὁ σωρὸς τῆς ἀνθρακιᾶς τῆς τῶν ἰχώρων ἐσβέννυτο σταλαγμοῖς, καὶ περὶ τοὺς ἄξονας τοῦ ὀργάνου περιέρρεον αἱ σάρκες. 21 καὶ περιτετμημένον ἤδη ἔχων τὸ τῶν ὀστέων πῆγμα ὁ μεγαλόφρων καὶ ῾Αβραμιαῖος νεανίας οὐκ ἐστέναξεν. 22 ἀλλ’ ὥσπερ ἐν πυρὶ μετασχηματιζόμενος εἰς ἀφθαρσίαν, ὑπέμεινεν εὐγενῶς τὰς στρέβλας· 23 μιμήσασθέ με, ἀδελφοί, λέγων, μή μου τὸν αἰῶνα λιποτακτήσητε μηδ’ ἐξομόσησθέ μου τὴν τῆς εὐψυχίας ἀδελφότητα· ἱερὰν καὶ εὐγενῆ στρατείαν στρατεύσασθε ὑπὲρ τῆς εὐσεβείας, 24 δι’ ἧς ἵλεως ἡ δικαία καὶ πάτριος ἡμῶν πρόνοια τῷ ἔθνει γενηθεῖσα τιμωρήσειεν τὸν ἀλάστορα τύραννον· 25 καὶ ταῦτα εἰπὼν ὁ ἱεροπρεπὴς νεανίας ἀπέρρηξε τὴν ψυχήν. — 26 Θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτοῦ, ἦγον οἱ δορυφόροι τὸν καθ’ ἡλικίαν τοῦ προτέρου δεύτερον καὶ σιδηρᾶς ἐναρμοσάμενοι χεῖρας ὀξέσι τοῖς ὄνυξιν ὀργάνῳ καὶ καταπέλτῃ προσέδησαν αὐτόν. 27 ὡς δὲ εἰ φαγεῖν βούλοιτο πρὶν βασανίζεσθαι πυνθανόμενοι τὴν εὐγενῆ γνώμην ἤκουσαν, 28 ἀπὸ τῶν τενόντων ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι μέχρι γε τῶν γενείων τὴν σάρκα πᾶσαν καὶ τὴν τῆς κεφαλῆς δορὰν οἱ παρδάλειοι θῆρες ἀπέσυραν. 29 ὁ δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν ἔλεγεν· ὡς ἡδὺς πᾶς τρόπος θανάτου διὰ τὴν πάτριον ἡμῶν εὐσέβειαν· ἔφη τε πρὸς τὸν τύραννον· 30 οὐ δοκεῖς πάντων ὠμότατε τύραννε, πλεῖον ἐμοῦ σε νῦν βασανίζεσθαι ὁρῶν σου νικώμενον τὸν τῆς τυρανίδος ὑπερήφανον λογισμὸν ὑπὸ τῆς διὰ τὴν εὐσέβειαν ἡμῶν ὑπομονῆς; 31 ἐγὼ μὲν γὰρ ταῖς διὰ τὴν ἀρετὴν ἡδοναῖς τὸν πόνον ἐπικουφίζομαι, 32 σὺ δὲ ἐν ταῖς τῆς ἀσεβείας ἀπειλαῖς βασανίζῃ. οὐκ ἐκφεύξῃ δέ, μιαρώτατε τύραννε, τὰς τῆς θείας ὀργῆς δίκας.
ΤΡΕΛΛΟΣ ΤΩΝ FM
ΤΡΕΛΛΟΣ ΤΩΝ FM
Διαχειριστής

Χώρα Χώρα : Greece
Φύλλο Φύλλο : Άντρας
Όνομα : Βασίλης
Τόπος Τόπος : Γαργαλιάνοι Μεσσηνίας
Ηλικία Ηλικία : 45
Δημοσιεύσεις Δημοσιεύσεις : 41153
Έλαβες ευχαριστώ Έλαβες ευχαριστώ : 320
Browser Browser : Κεφάλαιο 9 41610

https://www.facebook.com//groups/trelostwnfm.forumgreek/ https://twitter.com/Trelostwnfm

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Επιστροφή στην κορυφή

- Παρόμοια θέματα

 
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης