Κεφάλαιο 6
Σελίδα 1 από 1
Κεφάλαιο 6
Κεφάλαιο 6
Τοῦτον τὸν τρόπον ἀντιρρητορεύσαντα ταῖς τοῦ τυράννου παρηγορίαις, παραστάντες οἱ δορυφόροι πικρῶς ἔσυραν ἐπὶ τὰ βασανιστήρια τὸν ᾿Ελεάζαρον. 2 καὶ πρῶτον μὲν περιέδυσαν τὸν γηραιὸν ἐγκοσμούμενον τῇ περὶ τὴν εὐσέβειαν εὐσχημοσύνῃ· 3 ἔπειτα περιαγκωνίσαντες ἑκατέρωθεν μάστιξι κατῄκιζον· 4 πείσθητι ταῖς τοῦ βασιλέως ἐντολαῖς, ἑτέρωθεν κήρυκος ἐπιβοῶντος. 5 ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς ᾿Ελεάζαρος, ὥσπερ ἐν ὀνείρῳ βασανιζόμενος κατ οὐδένα τρόπον μετετρέπετο, 6 ἀλλὰ ὑψηλοὺς ἀνατείνας εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ἀπεξαίνετο ταῖς μάστιξι τὰς σάρκας ὁ γέρων καὶ κατερρεῖτο τῷ αἵματι 7 καὶ τὰ πλευρὰ κατετιτρώσκετο, καὶ πίπτων εἰς τὸ ἔδαφος ἀπὸ τοῦ μηκέτι φέρειν τὸ σῶμα τὰς ἀλγηδόνας, ὀρθὸν εἶχε καὶ ἀκλινῆ τὸν λογισμόν. 8 Λὰξ γέ τοι τῶν πικρῶν τις δορυφόρων εἰς τοὺς κενεῶνας ἐναλλόμενος ἔτυπτεν, ὅπως ἐξανίσταιτο πίπτων. 9 ὁ δὲ ὑπέμεινε τοὺς πόνους καὶ περιεφρόνει τῆς ἀνάγκης 10 καὶ διεκαρτέρει τοὺς αἰκισμούς, καὶ καθάπερ γενναῖος ἀθλητὴς τυπτόμενος ἐνίκα τοὺς βασανίζοντας ὁ γέρων· 11 ἱδρῶν γέ τοι τὸ πρόσωπον καὶ ἐπασθμαίνων σφοδρῶς καὶ ὑπ αὐτῶν τῶν βασανιζόντων ἐθαυμάζετο ἐπὶ τῇ εὐψυχίᾳ. 12 ῞Οθεν τὰ μὲν ἐλεοῦντες τὰ τοῦ γήρως αὐτοῦ, 13 τὰ δὲ ἐν συμπαθείᾳ τῆς συνηθείας ὄντες, τὰ δὲ ἐν θαυμασμῷ τῆς καρτερίας προσιόντες αὐτῷ τινὲς τῶν τοῦ βασιλέως ἔλεγον· 14 τί τοῖς κακοῖς τούτοις σεαυτὸν ἀλογίστως ἀπόλεις, ᾿Ελεάζαρε; 15 ἡμεῖς μέν τοι τῶν ὑψημένων σοι βρωμάτων παραθήσομεν, σὺ δὲ ὑποκρινόμενος τῶν ὑείων ἀπογεύεσθαι, σώθητι. 16 Καὶ ὁ ᾿Ελεάζαρος, ὥσπερ πικρότερον διὰ τῆς συμβουλίας αἰκισθείς, ἀνεβόησε· 17 μὴ οὕτως κακῶς φρονήσαιμεν οἱ ῾Αβραὰμ παῖδες ὥστε μαλακοψυχήσαντας ἀπρεπὲς ἡμῖν δρᾶμα ὑποκρίνασθαι. 18 καὶ γὰρ ἀλόγιστον, εἰ πρὸς ἀλήθειαν ζήσαντες τὸν μέχρι γήρως βίον καὶ τὴν ἐπ αὐτῷ δόξαν νομίμως φυλάξαντες, 19 νῦν μεταβαλοίμεθα καὶ αὐτοὶ μὲν ἡμεῖς γενοίμεθα τοῖς νέοις ἀσεβείας τύπος, ἵνα παράδειγμα γενώμεθα τῆς μιαροφαγίας. 20 αἰσχρὸν δὲ εἰ ἐπιβιώσωμεν ὀλίγον χρόνον καὶ τοῦτον καταγελώμενοι πρὸς ἁπάντων ἐπὶ δειλίᾳ, 21 καὶ ὑπὸ μὲν τοῦ τυράννου καταφρονηθῶμεν ὡς ἄνανδροι, τὸν δὲ θεῖον ἡμῶν νόμον μέχρι θανάτου μὴ προασπίσαιμεν. 22 πρός ταῦτα ὑμεῖς μέν, ᾦ ῾Αβραὰμ παῖδες, εὐγενῶς ὑπὲρ τῆς εὐσεβείας τελευτᾶτε. 23 οἱ δὲ τοῦ τυράννου δορυφόροι, τί μέλλετε; 24 Πρὸς τὰς ἀνάγκας οὕτως μεγαλοφρονοῦντα αὐτὸν ἰδόντες καὶ μηδὲ πρὸς τὸν οἰκτριρμὸν αὐτῶν μεταβαλλόμενον ἐπὶ τὸ πῦρ αὐτὸν ἤγαγον. 25 ἔνθα διὰ κακοτέχνων ὀργάνων καταφλέγοντες αὐτὸν ὑπέρριπτον καὶ δυσώδεις χυλοὺς εἰς τοὺς μυκτῆρας αὐτοῦ κατέχεον. 26 ὁ δὲ μέχρι τῶν ὀστέων ἤδη κατακεκαυμένος καὶ μέλλων λιποθυμεῖν ἀνέτεινε τά ὄμματα πρὸς τὸν Θεὸν καὶ εἶπεν· 27 σὺ οἶσθα, Θεέ, παρόν μοι σῴζεσθαι, βασάνοις καυστικαῖς ἀποθνήσκω διὰ τὸν νόμον. 28 τοιγαροῦν ἵλεως γενοῦ τῷ ἔθνει σου ἀρκεσθεὶς τῇ ἡμετέρᾳ ὑπὲρ αὐτῶν δίκῃ. 29 καθάρσιον αὐτῶν ποίησον τὸ ἐμὸν αἷμα καὶ ἀντίψυχον αὐτῶν λαβὲ τὴν ἐμὴν ψυχήν. 30 καὶ ταῦτα εἰπὼν ὁ ἱερὸς ἀνὴρ εὐγενῶς ταῖς βασάνοις ἐναπέθανε 31 καὶ μέχρι τῶν τοῦ θανάτου βασάνων ἀντέστη τῷ λογισμῷ διὰ τὸν νόμον. ῾Ομολογουμένως οὖν δεσπότης ἐστὶ τῶν παθῶν ὁ εὐσεβὴς λογισμός. 32 εἰ γὰρ τὰ πάθη τοῦ λογισμοῦ κεκρατήκει, τούτοις ἂν ἀπέδομεν τὴν τῆς ἐπικρατείας μαρτυρίαν· 33 νυνὶ δὲ τοῦ λογισμοῦ τὰ πάθη νικήσαντος, αὐτῷ προσηκόντως τὴν τῆς ἡγεμονίας προσνέμομεν ἐξουσίαν. 34 καὶ δίκαιόν ἐστιν ὁμολογεῖν ἡμᾶς τὸ κράτος εἶναι τοῦ λογισμοῦ. ὅπου γε καὶ τῶν ἔξωθεν ἀλγηδόνων ἐπικρατεῖ, 35 ἐπεὶ καὶ γελοῖον· καὶ οὐ μόνον τῶν ἀλγηδόνων ἐπιδείκνυμι κεκρατηκέναι τὸν λογισμόν, ἀλλὰ καὶ τῶν ἡδονῶν κρατεῖν, καὶ μηδὲν αὐταῖς ὑπείκειν

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
Τετ 2 Αυγ - 11:19 από briskyten
» Ο ΤΡΕΛΛΟΣ ΤΩΝ FM παντρεύεται !
Τετ 3 Μάης - 9:11 από vidhayakji79
» Το FIFA World έρχεται στο PC
Πεμ 27 Απρ - 12:42 από sneakyforetell
» Τα UK charts της εβδομάδας
Τετ 26 Απρ - 5:33 από sneakyforetell
» Trailer για το νέο Need for Speed
Τετ 26 Απρ - 5:31 από sneakyforetell
» Εκλογές 2023 : Πόσες ημέρες άδειας δικαιούνται οι εργαζόμενοι
Δευ 24 Απρ - 17:20 από georgeharrison
» Συνελήφθη γυναίκα σε χωριό του Αγρινίου – Φέρεται να απείλησε νεαρό με κυνηγετικό όπλο
Δευ 24 Απρ - 15:44 από georgeharrison
» J2US: Ο Πασχάλης Τερζής έκανε την μεγάλη έκπληξη – «Έσπασαν» Εύη Δρούτσα και Δέσποινα Βανδή
Δευ 24 Απρ - 15:42 από georgeharrison
» Λευκές ελιές: Μια σπάνια ποικιλία ελιάς με καταγωγή από τα αρχαία χρόνια
Δευ 24 Απρ - 15:41 από georgeharrison
» Ο άγνωστος ιαματικός πλούτος της Ελλάδας.Οι 90 Ιαματικές Πηγές,9 στην Αιτωλοακαρνανία
Δευ 24 Απρ - 15:33 από georgeharrison
» Λαμία: Έκκληση για αίμα 0 ρέζους αρνητικό
Τετ 22 Φεβ - 10:47 από chotabhai807
» Βραβεύθηκαν Λουξ και Καλλιμάνης από την Ελληνική Ακαδημία Μάρκετινγκ
Παρ 16 Δεκ - 15:00 από faxedasto
» Συλλέγουν πλαστικά καπάκια για παιδιά με αναπηρία
Δευ 13 Ιουν - 14:33 από langasur
» Μπήκε σε κομμωτήριο και προσπάθησε να δολοφονήσει τον ιδιοκτήτη
Τετ 23 Μαρ - 13:26 από stuffkharb
» Άρτα: Έκκληση για να ξανασταθεί 21χρονος στα πόδια του
Δευ 11 Οκτ - 16:04 από manikkmanikk62
» ooVoo - chat and voip
Παρ 9 Οκτ - 22:37 από roundcubethirteen
» Για σένα τραγουδώ --- Γιάννης Πουλόπουλος. HD.
Κυρ 4 Δεκ - 15:54 από manolissp
» Eνα ταξίδι --- RONI IRON Feat. Charitini (Tripes Tribute). HD.
Κυρ 6 Νοε - 20:08 από manolissp
» Grrek Filiko Forum
Κυρ 30 Οκτ - 19:31 από akritas
» Moby - Porcelain (Official Video)
Κυρ 23 Οκτ - 21:04 από manolissp
» Moby 'Why Does My Heart Feel So Bad?' - Official video
Κυρ 23 Οκτ - 21:01 από manolissp
» ♛♛♛ Imany – Don't be so shy (Filatov & Karas Remix) ♛♛♛
Κυρ 23 Οκτ - 20:57 από manolissp
» ~Αχ βρε ζωή~ Νίκος Οικονομίδης ♬♪
Παρ 21 Οκτ - 20:01 από manolissp
» The Olympians - Istoria (Ιστορία)
Παρ 21 Οκτ - 17:26 από manolissp
» olympians --o tropos
Παρ 21 Οκτ - 17:20 από manolissp
» Ελένη Δήμου ~ Δεν με νοιάζει
Παρ 21 Οκτ - 17:17 από manolissp
» Μια γυναίκα μόνο ξέρει - Καίτη Γκρέυ
Παρ 21 Οκτ - 17:10 από manolissp
» ΟΤΙ ΑΓΑΠΩ ΕΙΝΑΙ ΔΙΚΟ ΣΟΥ ΓΛΥΚΕΡΙΑ-HD
Παρ 21 Οκτ - 17:06 από manolissp
» ΓΙΑ ΠΟΥ ΤΟ'ΒΑΛΕΣ ΚΑΡΔΙΑ ΜΟΥ- ΟΡΦΕΑΣ ΠΕΡΙΔΗΣ
Παρ 21 Οκτ - 16:58 από manolissp
» Ζαφείρης Μελάς - Γαμώ την Καλοσύνη μου (Νew 2011)
Παρ 21 Οκτ - 16:54 από manolissp