Κεφάλαιο 1
TrelosTwnFm-News :: ΘΡΗΣΚΕΙΑ / ΟΡΘΟΔΟΞΙΑ :: Καινή Διαθήκη :: ΕΠΙΣΤΟΛΕΣ ΠΑΥΛΟΥ :: ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗ
Σελίδα 1 από 1
Κεφάλαιο 1
Κεφάλαιο 1
1.1 Παῦλος, δοῦλος ᾿Ιησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ 1.2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις 1.3 περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα, 1.4 τοῦ ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, ᾿Ιησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, 1.5 δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, 1.6 ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ ᾿Ιησοῦ Χριστοῦ, 1.7 πᾶσι τοῖς οὖσιν ἐν ῾Ρώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ. 1.8 Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ ᾿Ιησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. 1.9 μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι, 1.10 πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. 1.11 ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, 1.12 τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. 1.13 οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοίὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. 1.14 ῞Ελλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· 1.15 οὕτω τὸ κατ᾿ εμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν ῾Ρώμῃ εὐαγγελίσασθαι. 1.16 οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, ᾿Ιουδαίῳ τε πρῶτον καὶ ῞Ελληνι. 1.17 δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. 1.18 ᾿Αποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, 1.19 διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε, 1.20 τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, 1.21 διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· 1.22 φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, 1.23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. 1.24 Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς, 1.25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. 1.26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, 1.27 ὁμοίως δὲ καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξευκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. 1.28 Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, 1.29 πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας, 1.30 ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, 1.31 ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας· 1.32 οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι.

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
Τετ 2 Αυγ - 11:19 από briskyten
» Ο ΤΡΕΛΛΟΣ ΤΩΝ FM παντρεύεται !
Τετ 3 Μάης - 9:11 από vidhayakji79
» Το FIFA World έρχεται στο PC
Πεμ 27 Απρ - 12:42 από sneakyforetell
» Τα UK charts της εβδομάδας
Τετ 26 Απρ - 5:33 από sneakyforetell
» Trailer για το νέο Need for Speed
Τετ 26 Απρ - 5:31 από sneakyforetell
» Εκλογές 2023 : Πόσες ημέρες άδειας δικαιούνται οι εργαζόμενοι
Δευ 24 Απρ - 17:20 από georgeharrison
» Συνελήφθη γυναίκα σε χωριό του Αγρινίου – Φέρεται να απείλησε νεαρό με κυνηγετικό όπλο
Δευ 24 Απρ - 15:44 από georgeharrison
» J2US: Ο Πασχάλης Τερζής έκανε την μεγάλη έκπληξη – «Έσπασαν» Εύη Δρούτσα και Δέσποινα Βανδή
Δευ 24 Απρ - 15:42 από georgeharrison
» Λευκές ελιές: Μια σπάνια ποικιλία ελιάς με καταγωγή από τα αρχαία χρόνια
Δευ 24 Απρ - 15:41 από georgeharrison
» Ο άγνωστος ιαματικός πλούτος της Ελλάδας.Οι 90 Ιαματικές Πηγές,9 στην Αιτωλοακαρνανία
Δευ 24 Απρ - 15:33 από georgeharrison
» Λαμία: Έκκληση για αίμα 0 ρέζους αρνητικό
Τετ 22 Φεβ - 10:47 από chotabhai807
» Βραβεύθηκαν Λουξ και Καλλιμάνης από την Ελληνική Ακαδημία Μάρκετινγκ
Παρ 16 Δεκ - 15:00 από faxedasto
» Συλλέγουν πλαστικά καπάκια για παιδιά με αναπηρία
Δευ 13 Ιουν - 14:33 από langasur
» Μπήκε σε κομμωτήριο και προσπάθησε να δολοφονήσει τον ιδιοκτήτη
Τετ 23 Μαρ - 13:26 από stuffkharb
» Άρτα: Έκκληση για να ξανασταθεί 21χρονος στα πόδια του
Δευ 11 Οκτ - 16:04 από manikkmanikk62
» ooVoo - chat and voip
Παρ 9 Οκτ - 22:37 από roundcubethirteen
» Για σένα τραγουδώ --- Γιάννης Πουλόπουλος. HD.
Κυρ 4 Δεκ - 15:54 από manolissp
» Eνα ταξίδι --- RONI IRON Feat. Charitini (Tripes Tribute). HD.
Κυρ 6 Νοε - 20:08 από manolissp
» Grrek Filiko Forum
Κυρ 30 Οκτ - 19:31 από akritas
» Moby - Porcelain (Official Video)
Κυρ 23 Οκτ - 21:04 από manolissp
» Moby 'Why Does My Heart Feel So Bad?' - Official video
Κυρ 23 Οκτ - 21:01 από manolissp
» ♛♛♛ Imany – Don't be so shy (Filatov & Karas Remix) ♛♛♛
Κυρ 23 Οκτ - 20:57 από manolissp
» ~Αχ βρε ζωή~ Νίκος Οικονομίδης ♬♪
Παρ 21 Οκτ - 20:01 από manolissp
» The Olympians - Istoria (Ιστορία)
Παρ 21 Οκτ - 17:26 από manolissp
» olympians --o tropos
Παρ 21 Οκτ - 17:20 από manolissp
» Ελένη Δήμου ~ Δεν με νοιάζει
Παρ 21 Οκτ - 17:17 από manolissp
» Μια γυναίκα μόνο ξέρει - Καίτη Γκρέυ
Παρ 21 Οκτ - 17:10 από manolissp
» ΟΤΙ ΑΓΑΠΩ ΕΙΝΑΙ ΔΙΚΟ ΣΟΥ ΓΛΥΚΕΡΙΑ-HD
Παρ 21 Οκτ - 17:06 από manolissp
» ΓΙΑ ΠΟΥ ΤΟ'ΒΑΛΕΣ ΚΑΡΔΙΑ ΜΟΥ- ΟΡΦΕΑΣ ΠΕΡΙΔΗΣ
Παρ 21 Οκτ - 16:58 από manolissp
» Ζαφείρης Μελάς - Γαμώ την Καλοσύνη μου (Νew 2011)
Παρ 21 Οκτ - 16:54 από manolissp