TrelosTwnFm-News
Σας ανακοινώνω οτι το forum θα είναι ''ανενεργό'' σε θέματα.
Και πλέον την σκυτάλη στην ενημέρωση θα την ''πάρει'' το blog.
Καλή συνέχεια να έχουμε.

http://trelostwnfmnews.blogspot.gr/
TrelosTwnFm-News
Σας ανακοινώνω οτι το forum θα είναι ''ανενεργό'' σε θέματα.
Και πλέον την σκυτάλη στην ενημέρωση θα την ''πάρει'' το blog.
Καλή συνέχεια να έχουμε.

http://trelostwnfmnews.blogspot.gr/

Κεφάλαιο 12

Πήγαινε κάτω

Κεφάλαιο 12 Empty Κεφάλαιο 12

Δημοσίευση από ΤΡΕΛΛΟΣ ΤΩΝ FM Δευ 12 Μαρ - 16:34

Κεφάλαιο 12

12.1 Τοιγαροῦν καὶ ἡμεῖς͵ τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων͵ ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν͵ δι΄ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα͵ 12.2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν͵ ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας͵ ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν. 12.3 ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ἑαυτὸν ἀντιλογίαν͵ ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. 12.4 Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι͵ 12.5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως͵ ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται͵ Υἱέ μου͵ μὴ ὀλιγώρει παιδείας κυρίου͵ μηδὲ ἐκλύου ὑπ΄ αὐτοῦ ἐλεγχόμενος· 12.6 ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει͵ μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. 12.7 εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ; 12.8 εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασιν πάντες͵ ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε. 12.9 εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολὺ [δὲ] μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; 12.10 οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον͵ ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. 12.11 πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης͵ ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι΄ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης. 12.12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε͵ 12.13 καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν͵ ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ͵ ἰαθῇ δὲ μᾶλλον. 12.14 Εἰρήνην διώκετε μετὰ πάντων͵ καὶ τὸν ἁγιασμόν͵ οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον͵ 12.15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ͵ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ δι΄ αὐτῆς μιανθῶσιν πολλοί͵ 12.16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ͵ ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. 12.17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη͵ μετανοίας γὰρ τόπον οὐχ εὗρεν͵ καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν. 12.18 Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ [ὄρει] καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ 12.19 καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων͵ ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον· 12.20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον͵ Κἂν θηρίον θίγῃ τοῦ ὄρους͵ λιθοβοληθήσεται· 12.21 καί͵ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον͵ Μωϋσῆς εἶπεν͵ Ἔκφοβός εἰμι καὶ ἔντρομος. 12.22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος͵ Ἰερουσαλὴμ ἐπουρανίῳ͵ καὶ μυριάσιν ἀγγέλων πανηγύρει 12.23 καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς͵ καὶ κριτῇ θεῷ πάντων͵ καὶ πνεύμασι δικαίων τετελειωμένων͵ 12.24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ͵ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ. 12.25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα͵ πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ΄ οὐρανῶν ἀποστρεφόμενοι· 12.26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε͵ νῦν δὲ ἐπήγγελται λέγων͵ Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. 12.27 τὸ δέ͵ Ἔτι ἅπαξ δηλοῖ [τὴν] τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων͵ ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. 12.28 Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν͵ δι΄ ἧς λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ εὐλαβείας καὶ δέους· 12.29 καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.
ΤΡΕΛΛΟΣ ΤΩΝ FM
ΤΡΕΛΛΟΣ ΤΩΝ FM
Διαχειριστής

Χώρα Χώρα : Greece
Φύλλο Φύλλο : Άντρας
Όνομα : Βασίλης
Τόπος Τόπος : Γαργαλιάνοι Μεσσηνίας
Ηλικία Ηλικία : 45
Δημοσιεύσεις Δημοσιεύσεις : 41153
Έλαβες ευχαριστώ Έλαβες ευχαριστώ : 320
Browser Browser : Κεφάλαιο 12 41610

https://www.facebook.com//groups/trelostwnfm.forumgreek/ https://twitter.com/Trelostwnfm

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Επιστροφή στην κορυφή

- Παρόμοια θέματα

 
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης